<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.35-17.63</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.35-17.63</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="35">καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.</l><l n="36"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="37">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,</l><l n="38">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,</l><l n="39">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,</l><l n="40">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="41"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="42">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε</l><l n="43">λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.</l><l n="44">ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l></q><milestone n="45" unit="card" ed="p"/><l n="45">τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="46">μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ</l><l n="47">ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·</l><l n="48">ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="49">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="50">εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας</l><l n="51">ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.</l><l n="52">αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω</l><l n="53">ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.</l><l n="54">τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,</l><l n="55">Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα</l><l n="56">ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.</l><l n="58">ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="59">εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας</l><l n="60">ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.</l><l n="61"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει</l><l n="62">ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="63">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>