<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.349-17.472</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.349-17.472</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="349">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει</l><l n="351">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="352">αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.</l></q><l n="353"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="354">Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,</l><l n="355">καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν</l><l n="357">αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,</l><l n="358">ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·</l><l n="359">εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.</l><l n="360">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,</l><l n="361">ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα</l><l n="362">ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,</l><l n="363">γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·</l><l n="364">ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.</l><l n="365">βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,</l><l n="366">πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.</l><l n="367">οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,</l><l n="368">ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.</l><l n="369"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="370">κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="371">τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.</l><l n="372">ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,</l><l n="373">αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·</l><q type="unspecified"><l n="375">ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε</l><l n="376">ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,</l><l n="377">πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;</l><l n="378">ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος</l><l n="379">ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="381">Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·</l><l n="382">τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν</l><l n="383">ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,</l><l n="384">μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,</l><l n="385">ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;</l><l n="386">οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·</l><l n="387">πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.</l><l n="388">ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων</l><l n="389">δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε</l><l n="390">οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια</l><l n="391">ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="393">σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·</l><l n="394">Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ</l><l n="395">μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.</l></q><l n="396"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="397">Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,</l><l n="398">ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι</l><l n="399">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.</l><l n="400">δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·</l><l n="401">μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον</l><l n="402">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="403">ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="404">αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.</l></q><l n="405">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="406">Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.</l><l n="407">εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,</l><l n="408">καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης</l><l n="410">κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·</l><l n="411">οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην</l><l n="412">σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς</l><l n="413">αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·</l><l n="414">στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="415"><milestone unit="para" ed="P"/>δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος
                     Ἀχαιῶν</l><l n="416">ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.</l><l n="417">τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι</l><l n="418">σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.</l><l n="419">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="420">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="421">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="422">ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ</l><l n="423">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><milestone n="424" unit="card" ed="p"/><l n="424">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—</l><l n="425">ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν</l><l n="426">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.</l><l n="427">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="428">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="429">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="430">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.</l><l n="431">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="432">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="433">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="434">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l><l n="435">οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="436">ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l><l n="437">χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος</l><l n="438">φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l><l n="439">στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l><l n="440">ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l><l n="441">τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l><l n="442">αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,</l><l n="443">Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·</l><l n="444">ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.</l></q><l n="445">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="446">τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;</l><l n="447">στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,</l><l n="448">μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·</l><l n="449">ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.</l><l n="450">ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι</l><l n="451">μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς</l><l n="452">ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.</l></q><l n="453"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="454">ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·</l><l n="455">οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,</l><l n="456">ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης</l><l n="457">σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.</l></q><l n="458"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="459">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="460">νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω</l><l n="461">ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.</l></q><milestone n="462" unit="card" ed="p"/><l n="462"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,</l><l n="463">πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη</l><l n="464">ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,</l><l n="465">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="466">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην</l><l n="467">θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·</l><q type="unspecified"><l n="468"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="469">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="470">οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,</l><l n="471">ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι</l><l n="472">βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>