<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.342-17.372</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.342-17.372</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="342">Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,</l><l n="343">ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο</l><l n="344">καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·</l><q type="unspecified"><l n="345">δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε</l><l n="346">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="347">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.</l></q><l n="348"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν,</l><l n="349">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει</l><l n="351">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="352">αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.</l></q><l n="353"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="354">Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,</l><l n="355">καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν</l><l n="357">αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,</l><l n="358">ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·</l><l n="359">εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.</l><l n="360">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,</l><l n="361">ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα</l><l n="362">ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,</l><l n="363">γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·</l><l n="364">ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.</l><l n="365">βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,</l><l n="366">πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.</l><l n="367">οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,</l><l n="368">ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.</l><l n="369"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="370">κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="371">τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.</l><l n="372">ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>