<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.339-17.417</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.339-17.417</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="339">ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,</l><l n="340">κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων</l><l n="341">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="342">Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,</l><l n="343">ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο</l><l n="344">καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·</l><q type="unspecified"><l n="345">δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε</l><l n="346">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="347">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.</l></q><l n="348"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν,</l><l n="349">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει</l><l n="351">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="352">αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.</l></q><l n="353"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="354">Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,</l><l n="355">καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν</l><l n="357">αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,</l><l n="358">ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·</l><l n="359">εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.</l><l n="360">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,</l><l n="361">ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα</l><l n="362">ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,</l><l n="363">γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·</l><l n="364">ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.</l><l n="365">βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,</l><l n="366">πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.</l><l n="367">οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,</l><l n="368">ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.</l><l n="369"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="370">κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="371">τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.</l><l n="372">ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,</l><l n="373">αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·</l><q type="unspecified"><l n="375">ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε</l><l n="376">ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,</l><l n="377">πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;</l><l n="378">ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος</l><l n="379">ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="381">Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·</l><l n="382">τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν</l><l n="383">ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,</l><l n="384">μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,</l><l n="385">ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;</l><l n="386">οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·</l><l n="387">πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.</l><l n="388">ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων</l><l n="389">δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε</l><l n="390">οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια</l><l n="391">ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="393">σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·</l><l n="394">Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ</l><l n="395">μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.</l></q><l n="396"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="397">Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,</l><l n="398">ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι</l><l n="399">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.</l><l n="400">δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·</l><l n="401">μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον</l><l n="402">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="403">ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="404">αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.</l></q><l n="405">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="406">Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.</l><l n="407">εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,</l><l n="408">καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης</l><l n="410">κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·</l><l n="411">οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην</l><l n="412">σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς</l><l n="413">αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·</l><l n="414">στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="415"><milestone unit="para" ed="P"/>δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος
                     Ἀχαιῶν</l><l n="416">ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.</l><l n="417">τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>