<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.317-17.363</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.317-17.363</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="317">κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·</l><l n="318">νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης</l><l n="319">ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.</l><l n="320">δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,</l><l n="321">οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·</l><l n="322">ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς</l><l n="323">ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,</l><l n="325">βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.</l><l n="326">Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,</l><l n="327">αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.</l><l n="328"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς</l><l n="329">ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα</l><l n="330">νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον</l><l n="331">κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ</l><l n="332">δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·</l><l n="333">τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν</l><l n="334">ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ</l><l n="335">μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.</l><milestone n="336" unit="card" ed="p"/><l n="336"><milestone unit="para" ed="P"/>ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ
                  Ὀδυσσεύς,</l><l n="337">πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,</l><l n="338">σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.</l><l n="339">ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,</l><l n="340">κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων</l><l n="341">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="342">Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,</l><l n="343">ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο</l><l n="344">καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·</l><q type="unspecified"><l n="345">δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε</l><l n="346">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="347">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.</l></q><l n="348"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν,</l><l n="349">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει</l><l n="351">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="352">αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.</l></q><l n="353"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="354">Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,</l><l n="355">καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν</l><l n="357">αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,</l><l n="358">ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·</l><l n="359">εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.</l><l n="360">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,</l><l n="361">ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα</l><l n="362">ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,</l><l n="363">γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>