<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.3-17.44</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.3-17.44</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="3">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="4">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,</l><l n="5">ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="6"><milestone unit="para" ed="P"/>ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με
                     μήτηρ</l><l n="7">ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω</l><l n="8">κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,</l><l n="9">πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.</l><l n="10">τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι</l><l n="11">δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι</l><l n="12">πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας</l><l n="13">ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·</l><l n="14">ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ</l><l n="15">ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="17">ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·</l><l n="18">πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς</l><l n="19">δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.</l><l n="20">οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,</l><l n="21">ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.</l><l n="22">ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,</l><l n="23">αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.</l><l n="24">αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ</l><l n="25">στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.</l></q><l n="26"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,</l><l n="27">κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.</l><l n="28">αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="29">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,</l><l n="30">αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.</l><l n="31"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,</l><l n="32">κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,</l><l n="33">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="34">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,</l><l n="35">καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.</l><l n="36"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="37">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,</l><l n="38">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,</l><l n="39">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,</l><l n="40">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="41"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="42">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε</l><l n="43">λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.</l><l n="44">ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>