<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.297-17.338</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.297-17.338</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="297">ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων</l><l n="298">ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν</l><l n="299">δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·</l><l n="300">ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.</l><l n="301">δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,</l><l n="302">οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,</l><l n="303">ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος</l><l n="304">ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,</l><l n="305">ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ
                     κόπρῳ.</l><l n="307">καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,</l><l n="308">εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,</l><l n="309">ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν</l><l n="310">γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="312">καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.</l><l n="313">εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,</l><l n="314">οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="315">αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.</l><l n="316">οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης</l><l n="317">κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·</l><l n="318">νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης</l><l n="319">ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.</l><l n="320">δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,</l><l n="321">οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·</l><l n="322">ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς</l><l n="323">ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,</l><l n="325">βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.</l><l n="326">Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,</l><l n="327">αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.</l><l n="328"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς</l><l n="329">ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα</l><l n="330">νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον</l><l n="331">κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ</l><l n="332">δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·</l><l n="333">τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν</l><l n="334">ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ</l><l n="335">μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.</l><milestone n="336" unit="card" ed="p"/><l n="336"><milestone unit="para" ed="P"/>ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ
                  Ὀδυσσεύς,</l><l n="337">πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,</l><l n="338">σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>