<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.264-17.305</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.264-17.305</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="264"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,</l><l n="265">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.</l><l n="266">ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ</l><l n="267">τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ</l><l n="268">δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.</l><l n="269">γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται</l><l n="270">ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ</l><l n="271">ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.</l></q><l n="272"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="273">ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.</l><l n="274">ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.</l><l n="275">ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,</l><l n="276">δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·</l><l n="277">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·</l><l n="278">μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας</l><l n="279">ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="280">τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="282">ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.</l><l n="283">οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·</l><l n="284">τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα</l><l n="285">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·</l><l n="286">γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,</l><l n="287">οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,</l><l n="288">τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται</l><l n="289">πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290">ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="291">ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,</l><l n="292">Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="293">θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν</l><l n="294">ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες</l><l n="295">αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·</l><l n="296">δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,</l><l n="297">ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων</l><l n="298">ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν</l><l n="299">δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·</l><l n="300">ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.</l><l n="301">δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,</l><l n="302">οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,</l><l n="303">ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος</l><l n="304">ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,</l><l n="305">ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>