<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.222-17.263</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.222-17.263</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="222">αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·</l><l n="223">τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι</l><l n="224">σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,</l><l n="225">καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.</l><l n="226">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει</l><l n="227">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον</l><l n="228">βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.</l><l n="229">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="230">αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="231">πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων</l><l n="232">πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.</l></q><l n="233"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν</l><l n="234">ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,</l><l n="235">ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς</l><l n="236">ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,</l><l n="237">ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.</l><l n="238">ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης</l><l n="239">νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="240"><milestone unit="para" ed="P"/>νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ
                     Ὀδυσσεὺς</l><l n="241">ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,</l><l n="242">ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,</l><l n="243">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="244">τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,</l><l n="245">τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ</l><l n="246">ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.</l></q><milestone n="247" unit="card" ed="p"/><l n="247"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="248">ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,</l><l n="249">τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="250">ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.</l><l n="251">αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων</l><l n="252">σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,</l><l n="253">ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.</l></q><l n="254"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,</l><l n="255">αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.</l><l n="256">αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,</l><l n="257">ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.</l><l n="258">τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,</l><l n="259">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα</l><l n="260">ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="261">στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ</l><l n="262">φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν</l><l n="263">Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>