<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.208-17.241</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.208-17.241</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="208">ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,</l><l n="209">πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ</l><l n="210">ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο</l><l n="211">νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·</l><l n="212">ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς</l><l n="213">αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,</l><l n="214">δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="215">τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,</l><l n="216">ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·</l><q type="unspecified"><l n="217"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,</l><l n="218">ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.</l><l n="219">πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,</l><l n="220">πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;</l><l n="221">ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,</l><l n="222">αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·</l><l n="223">τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι</l><l n="224">σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,</l><l n="225">καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.</l><l n="226">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει</l><l n="227">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον</l><l n="228">βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.</l><l n="229">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="230">αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="231">πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων</l><l n="232">πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.</l></q><l n="233"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν</l><l n="234">ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,</l><l n="235">ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς</l><l n="236">ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,</l><l n="237">ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.</l><l n="238">ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης</l><l n="239">νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="240"><milestone unit="para" ed="P"/>νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ
                     Ὀδυσσεὺς</l><l n="241">ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>