<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.207-17.327</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.207-17.327</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="207">τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·</l><l n="208">ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,</l><l n="209">πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ</l><l n="210">ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο</l><l n="211">νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·</l><l n="212">ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς</l><l n="213">αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,</l><l n="214">δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="215">τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,</l><l n="216">ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·</l><q type="unspecified"><l n="217"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,</l><l n="218">ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.</l><l n="219">πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,</l><l n="220">πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;</l><l n="221">ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,</l><l n="222">αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·</l><l n="223">τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι</l><l n="224">σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,</l><l n="225">καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.</l><l n="226">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει</l><l n="227">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον</l><l n="228">βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.</l><l n="229">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="230">αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="231">πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων</l><l n="232">πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.</l></q><l n="233"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν</l><l n="234">ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,</l><l n="235">ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς</l><l n="236">ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,</l><l n="237">ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.</l><l n="238">ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης</l><l n="239">νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="240"><milestone unit="para" ed="P"/>νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ
                     Ὀδυσσεὺς</l><l n="241">ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,</l><l n="242">ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,</l><l n="243">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="244">τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,</l><l n="245">τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ</l><l n="246">ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.</l></q><milestone n="247" unit="card" ed="p"/><l n="247"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="248">ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,</l><l n="249">τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="250">ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.</l><l n="251">αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων</l><l n="252">σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,</l><l n="253">ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.</l></q><l n="254"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,</l><l n="255">αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.</l><l n="256">αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,</l><l n="257">ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.</l><l n="258">τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,</l><l n="259">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα</l><l n="260">ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="261">στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ</l><l n="262">φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν</l><l n="263">Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="264"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,</l><l n="265">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.</l><l n="266">ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ</l><l n="267">τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ</l><l n="268">δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.</l><l n="269">γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται</l><l n="270">ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ</l><l n="271">ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.</l></q><l n="272"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="273">ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.</l><l n="274">ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.</l><l n="275">ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,</l><l n="276">δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·</l><l n="277">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·</l><l n="278">μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας</l><l n="279">ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="280">τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="282">ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.</l><l n="283">οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·</l><l n="284">τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα</l><l n="285">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·</l><l n="286">γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,</l><l n="287">οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,</l><l n="288">τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται</l><l n="289">πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290">ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="291">ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,</l><l n="292">Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="293">θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν</l><l n="294">ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες</l><l n="295">αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·</l><l n="296">δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,</l><l n="297">ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων</l><l n="298">ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν</l><l n="299">δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·</l><l n="300">ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.</l><l n="301">δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,</l><l n="302">οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,</l><l n="303">ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος</l><l n="304">ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,</l><l n="305">ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ
                     κόπρῳ.</l><l n="307">καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,</l><l n="308">εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,</l><l n="309">ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν</l><l n="310">γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="312">καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.</l><l n="313">εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,</l><l n="314">οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="315">αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.</l><l n="316">οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης</l><l n="317">κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·</l><l n="318">νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης</l><l n="319">ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.</l><l n="320">δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,</l><l n="321">οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·</l><l n="322">ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς</l><l n="323">ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,</l><l n="325">βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.</l><l n="326">Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,</l><l n="327">αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>