<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.186-17.545</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.186-17.545</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="186">σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε</l><l n="187">αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·</l><l n="188">ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω</l><l n="189">νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—</l><l n="190">ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα</l><l n="191">ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.</l></q><l n="192"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="193">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="194">ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.</l><l n="195">δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,</l><l n="196">σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,</l><l n="198">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·</l><l n="199">Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.</l><l n="200">τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες</l><l n="201">ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα</l><l n="202">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,</l><l n="203">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.</l><milestone n="204" unit="card" ed="p"/><l n="204"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν</l><l n="205">ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο</l><l n="206">τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,</l><l n="207">τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·</l><l n="208">ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,</l><l n="209">πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ</l><l n="210">ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο</l><l n="211">νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·</l><l n="212">ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς</l><l n="213">αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,</l><l n="214">δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="215">τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,</l><l n="216">ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·</l><q type="unspecified"><l n="217"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,</l><l n="218">ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.</l><l n="219">πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,</l><l n="220">πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;</l><l n="221">ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,</l><l n="222">αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·</l><l n="223">τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι</l><l n="224">σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,</l><l n="225">καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.</l><l n="226">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει</l><l n="227">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον</l><l n="228">βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.</l><l n="229">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="230">αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="231">πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων</l><l n="232">πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.</l></q><l n="233"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν</l><l n="234">ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,</l><l n="235">ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς</l><l n="236">ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,</l><l n="237">ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.</l><l n="238">ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης</l><l n="239">νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="240"><milestone unit="para" ed="P"/>νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ
                     Ὀδυσσεὺς</l><l n="241">ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,</l><l n="242">ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,</l><l n="243">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="244">τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,</l><l n="245">τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ</l><l n="246">ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.</l></q><milestone n="247" unit="card" ed="p"/><l n="247"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="248">ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,</l><l n="249">τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="250">ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.</l><l n="251">αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων</l><l n="252">σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,</l><l n="253">ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.</l></q><l n="254"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,</l><l n="255">αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.</l><l n="256">αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,</l><l n="257">ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.</l><l n="258">τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,</l><l n="259">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα</l><l n="260">ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="261">στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ</l><l n="262">φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν</l><l n="263">Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="264"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,</l><l n="265">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.</l><l n="266">ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ</l><l n="267">τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ</l><l n="268">δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.</l><l n="269">γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται</l><l n="270">ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ</l><l n="271">ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.</l></q><l n="272"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="273">ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.</l><l n="274">ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.</l><l n="275">ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,</l><l n="276">δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·</l><l n="277">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·</l><l n="278">μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας</l><l n="279">ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="280">τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="282">ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.</l><l n="283">οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·</l><l n="284">τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα</l><l n="285">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·</l><l n="286">γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,</l><l n="287">οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,</l><l n="288">τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται</l><l n="289">πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290">ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="291">ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,</l><l n="292">Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="293">θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν</l><l n="294">ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες</l><l n="295">αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·</l><l n="296">δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,</l><l n="297">ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων</l><l n="298">ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν</l><l n="299">δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·</l><l n="300">ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.</l><l n="301">δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,</l><l n="302">οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,</l><l n="303">ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος</l><l n="304">ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,</l><l n="305">ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ
                     κόπρῳ.</l><l n="307">καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,</l><l n="308">εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,</l><l n="309">ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν</l><l n="310">γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="312">καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.</l><l n="313">εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,</l><l n="314">οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="315">αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.</l><l n="316">οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης</l><l n="317">κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·</l><l n="318">νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης</l><l n="319">ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.</l><l n="320">δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,</l><l n="321">οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·</l><l n="322">ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς</l><l n="323">ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,</l><l n="325">βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.</l><l n="326">Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,</l><l n="327">αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.</l><l n="328"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς</l><l n="329">ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα</l><l n="330">νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον</l><l n="331">κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ</l><l n="332">δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·</l><l n="333">τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν</l><l n="334">ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ</l><l n="335">μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.</l><milestone n="336" unit="card" ed="p"/><l n="336"><milestone unit="para" ed="P"/>ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ
                  Ὀδυσσεύς,</l><l n="337">πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,</l><l n="338">σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.</l><l n="339">ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,</l><l n="340">κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων</l><l n="341">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="342">Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,</l><l n="343">ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο</l><l n="344">καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·</l><q type="unspecified"><l n="345">δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε</l><l n="346">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="347">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.</l></q><l n="348"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν,</l><l n="349">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει</l><l n="351">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="352">αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.</l></q><l n="353"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="354">Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,</l><l n="355">καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν</l><l n="357">αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,</l><l n="358">ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·</l><l n="359">εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.</l><l n="360">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,</l><l n="361">ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα</l><l n="362">ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,</l><l n="363">γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·</l><l n="364">ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.</l><l n="365">βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,</l><l n="366">πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.</l><l n="367">οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,</l><l n="368">ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.</l><l n="369"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="370">κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="371">τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.</l><l n="372">ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,</l><l n="373">αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·</l><q type="unspecified"><l n="375">ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε</l><l n="376">ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,</l><l n="377">πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;</l><l n="378">ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος</l><l n="379">ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="381">Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·</l><l n="382">τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν</l><l n="383">ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,</l><l n="384">μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,</l><l n="385">ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;</l><l n="386">οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·</l><l n="387">πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.</l><l n="388">ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων</l><l n="389">δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε</l><l n="390">οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια</l><l n="391">ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="393">σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·</l><l n="394">Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ</l><l n="395">μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.</l></q><l n="396"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="397">Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,</l><l n="398">ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι</l><l n="399">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.</l><l n="400">δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·</l><l n="401">μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον</l><l n="402">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="403">ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="404">αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.</l></q><l n="405">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="406">Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.</l><l n="407">εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,</l><l n="408">καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης</l><l n="410">κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·</l><l n="411">οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην</l><l n="412">σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς</l><l n="413">αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·</l><l n="414">στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="415"><milestone unit="para" ed="P"/>δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος
                     Ἀχαιῶν</l><l n="416">ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.</l><l n="417">τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι</l><l n="418">σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.</l><l n="419">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="420">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="421">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="422">ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ</l><l n="423">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><milestone n="424" unit="card" ed="p"/><l n="424">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—</l><l n="425">ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν</l><l n="426">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.</l><l n="427">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="428">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="429">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="430">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.</l><l n="431">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="432">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="433">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="434">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l><l n="435">οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="436">ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l><l n="437">χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος</l><l n="438">φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l><l n="439">στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l><l n="440">ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l><l n="441">τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l><l n="442">αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,</l><l n="443">Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·</l><l n="444">ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.</l></q><l n="445">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="446">τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;</l><l n="447">στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,</l><l n="448">μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·</l><l n="449">ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.</l><l n="450">ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι</l><l n="451">μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς</l><l n="452">ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.</l></q><l n="453"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="454">ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·</l><l n="455">οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,</l><l n="456">ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης</l><l n="457">σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.</l></q><l n="458"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="459">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="460">νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω</l><l n="461">ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.</l></q><milestone n="462" unit="card" ed="p"/><l n="462"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,</l><l n="463">πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη</l><l n="464">ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,</l><l n="465">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="466">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην</l><l n="467">θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·</l><q type="unspecified"><l n="468"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="469">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="470">οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,</l><l n="471">ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι</l><l n="472">βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·</l><l n="473">αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,</l><l n="474">οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.</l><l n="475">ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,</l><l n="476">Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="478">ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,</l><l n="479">μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,</l><l n="480">ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.</l></q><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν·</l><l n="482">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,</l><l n="484">οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.</l><l n="485">καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,</l><l n="486">παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,</l><l n="487">ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.</l></q><l n="488"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="489">Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε</l><l n="490">βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,</l><l n="491">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="492"><milestone unit="para" ed="P"/>τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια</l><l n="493">βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="494">αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.</l></q><l n="495">τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="496">εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·</l><l n="497">οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.</l></q><l n="498"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="499">μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·</l><l n="500">Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.</l><l n="501">ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα</l><l n="502">ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·</l><l n="503">ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,</l><l n="504">οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.</l></q><milestone n="505" unit="card" ed="p"/><l n="505"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,</l><l n="506">ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·</l><l n="507">ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="508"><milestone unit="para" ed="P"/>ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι</l><l n="509">ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι</l><l n="510">εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται</l><l n="511">ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα</l><q type="unspecified"><l n="513">εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·</l><l n="514">οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.</l><l n="515">τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα</l><l n="516">ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·</l><l n="517">ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.</l><l n="518">ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ</l><l n="519">ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,</l><l n="520">τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·</l><l n="521">ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.</l><l n="522">φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,</l><l n="523">Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.</l><l n="524">ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,</l><l n="525">προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,</l><l n="526">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="527">ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.</l></q><l n="528"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="529">ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.</l><l n="530">οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.</l><l n="531">ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.</l><l n="532">αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,</l><l n="533">σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,</l><l n="534">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="535">βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,</l><l n="536">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,</l><l n="537">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="538">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="539">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="540">αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.</l></q><l n="541"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ
                  δῶμα</l><l n="542">σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,</l><l n="543">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="544"><milestone unit="para" ed="P"/>ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.</l><l n="545">οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>