<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.151-17.179</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.151-17.179</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="151">τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="152"><milestone unit="para" ed="P"/>ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="153">ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="154">ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·</l><l n="155">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα</l><l n="156">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,</l><l n="157">ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,</l><l n="158">ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,</l><l n="159">ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·</l><l n="160">τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς</l><l n="161">ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.</l></q><l n="162"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="163">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="164">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="165">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l></q><milestone n="166" unit="card" ed="p"/><l n="166"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="167">μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο</l><l n="168">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,</l><l n="169">ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.</l><l n="170">ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα</l><l n="171">πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,</l><l n="172">καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα</l><l n="173">ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·</l><q type="unspecified"><l n="174"><milestone unit="para" ed="P"/>κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ
                     ἀέθλοις,</l><l n="175">ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·</l><l n="176">οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε
                  μύθῳ.</l><l n="178">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="179">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>