<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.145-17.403</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.145-17.403</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="145">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="146">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης</l></q><l n="147"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.</l><l n="148">ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον</l><l n="149">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.</l><l n="151">τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="152"><milestone unit="para" ed="P"/>ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="153">ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="154">ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·</l><l n="155">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα</l><l n="156">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,</l><l n="157">ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,</l><l n="158">ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,</l><l n="159">ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·</l><l n="160">τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς</l><l n="161">ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.</l></q><l n="162"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="163">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="164">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="165">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l></q><milestone n="166" unit="card" ed="p"/><l n="166"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="167">μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο</l><l n="168">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,</l><l n="169">ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.</l><l n="170">ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα</l><l n="171">πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,</l><l n="172">καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα</l><l n="173">ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·</l><q type="unspecified"><l n="174"><milestone unit="para" ed="P"/>κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ
                     ἀέθλοις,</l><l n="175">ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·</l><l n="176">οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε
                  μύθῳ.</l><l n="178">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="179">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="180">οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,</l><l n="181">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,</l><l n="182">δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε</l><l n="183">ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.</l><l n="184">τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="185"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι
                     μενεαίνεις</l><l n="186">σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε</l><l n="187">αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·</l><l n="188">ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω</l><l n="189">νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—</l><l n="190">ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα</l><l n="191">ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.</l></q><l n="192"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="193">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="194">ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.</l><l n="195">δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,</l><l n="196">σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,</l><l n="198">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·</l><l n="199">Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.</l><l n="200">τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες</l><l n="201">ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα</l><l n="202">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,</l><l n="203">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.</l><milestone n="204" unit="card" ed="p"/><l n="204"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν</l><l n="205">ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο</l><l n="206">τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,</l><l n="207">τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·</l><l n="208">ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,</l><l n="209">πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ</l><l n="210">ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο</l><l n="211">νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·</l><l n="212">ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς</l><l n="213">αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,</l><l n="214">δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="215">τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,</l><l n="216">ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·</l><q type="unspecified"><l n="217"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,</l><l n="218">ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.</l><l n="219">πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,</l><l n="220">πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;</l><l n="221">ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,</l><l n="222">αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·</l><l n="223">τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι</l><l n="224">σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,</l><l n="225">καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.</l><l n="226">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει</l><l n="227">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον</l><l n="228">βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.</l><l n="229">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="230">αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="231">πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων</l><l n="232">πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.</l></q><l n="233"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν</l><l n="234">ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,</l><l n="235">ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς</l><l n="236">ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,</l><l n="237">ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.</l><l n="238">ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης</l><l n="239">νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="240"><milestone unit="para" ed="P"/>νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ
                     Ὀδυσσεὺς</l><l n="241">ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,</l><l n="242">ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,</l><l n="243">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="244">τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,</l><l n="245">τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ</l><l n="246">ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.</l></q><milestone n="247" unit="card" ed="p"/><l n="247"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="248">ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,</l><l n="249">τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="250">ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.</l><l n="251">αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων</l><l n="252">σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,</l><l n="253">ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.</l></q><l n="254"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,</l><l n="255">αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.</l><l n="256">αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,</l><l n="257">ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.</l><l n="258">τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,</l><l n="259">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα</l><l n="260">ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="261">στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ</l><l n="262">φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν</l><l n="263">Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="264"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,</l><l n="265">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.</l><l n="266">ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ</l><l n="267">τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ</l><l n="268">δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.</l><l n="269">γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται</l><l n="270">ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ</l><l n="271">ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.</l></q><l n="272"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="273">ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.</l><l n="274">ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.</l><l n="275">ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,</l><l n="276">δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·</l><l n="277">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·</l><l n="278">μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας</l><l n="279">ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="280">τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="282">ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.</l><l n="283">οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·</l><l n="284">τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα</l><l n="285">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·</l><l n="286">γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,</l><l n="287">οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,</l><l n="288">τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται</l><l n="289">πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290">ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="291">ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,</l><l n="292">Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="293">θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν</l><l n="294">ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες</l><l n="295">αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·</l><l n="296">δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,</l><l n="297">ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων</l><l n="298">ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν</l><l n="299">δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·</l><l n="300">ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.</l><l n="301">δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,</l><l n="302">οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,</l><l n="303">ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος</l><l n="304">ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,</l><l n="305">ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ
                     κόπρῳ.</l><l n="307">καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,</l><l n="308">εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,</l><l n="309">ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν</l><l n="310">γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="312">καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.</l><l n="313">εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,</l><l n="314">οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="315">αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.</l><l n="316">οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης</l><l n="317">κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·</l><l n="318">νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης</l><l n="319">ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.</l><l n="320">δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,</l><l n="321">οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·</l><l n="322">ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς</l><l n="323">ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,</l><l n="325">βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.</l><l n="326">Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,</l><l n="327">αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.</l><l n="328"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς</l><l n="329">ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα</l><l n="330">νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον</l><l n="331">κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ</l><l n="332">δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·</l><l n="333">τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν</l><l n="334">ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ</l><l n="335">μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.</l><milestone n="336" unit="card" ed="p"/><l n="336"><milestone unit="para" ed="P"/>ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ
                  Ὀδυσσεύς,</l><l n="337">πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,</l><l n="338">σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.</l><l n="339">ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,</l><l n="340">κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων</l><l n="341">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="342">Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,</l><l n="343">ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο</l><l n="344">καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·</l><q type="unspecified"><l n="345">δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε</l><l n="346">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="347">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.</l></q><l n="348"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν,</l><l n="349">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει</l><l n="351">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="352">αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.</l></q><l n="353"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="354">Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,</l><l n="355">καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν</l><l n="357">αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,</l><l n="358">ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·</l><l n="359">εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.</l><l n="360">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,</l><l n="361">ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα</l><l n="362">ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,</l><l n="363">γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·</l><l n="364">ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.</l><l n="365">βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,</l><l n="366">πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.</l><l n="367">οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,</l><l n="368">ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.</l><l n="369"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="370">κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="371">τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.</l><l n="372">ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,</l><l n="373">αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·</l><q type="unspecified"><l n="375">ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε</l><l n="376">ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,</l><l n="377">πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;</l><l n="378">ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος</l><l n="379">ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="381">Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·</l><l n="382">τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν</l><l n="383">ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,</l><l n="384">μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,</l><l n="385">ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;</l><l n="386">οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·</l><l n="387">πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.</l><l n="388">ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων</l><l n="389">δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε</l><l n="390">οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια</l><l n="391">ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="393">σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·</l><l n="394">Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ</l><l n="395">μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.</l></q><l n="396"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="397">Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,</l><l n="398">ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι</l><l n="399">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.</l><l n="400">δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·</l><l n="401">μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον</l><l n="402">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="403">ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>