<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.122-17.150</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.122-17.150</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="122">αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·</l><l n="123">καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="124"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν
                        εὐνῇ</l><l n="125">ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.</l><l n="126">ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος</l><l n="127">νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς</l><l n="128">κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα</l><l n="129">βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,</l><l n="130">ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,</l><l n="131">ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.</l><l n="132">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="133">τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ</l><l n="134">ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,</l><l n="135">κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,</l><l n="136">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="137">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="138">ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε</l><l n="139">ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,</l><l n="140">ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,</l><l n="141">τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="142">φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,</l><l n="143">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="144">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.</l><l n="145">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="146">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης</l></q><l n="147"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.</l><l n="148">ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον</l><l n="149">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>