<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.80-16.109</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.80-16.109</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="80">δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,</l><l n="81">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l><l n="82">εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·</l><l n="83">εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα</l><l n="84">ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.</l><l n="85">κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι</l><l n="86">ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·</l><l n="87">μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.</l><l n="88">πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα</l><l n="89">ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l></q><milestone n="90" unit="card" ed="p"/><l n="90">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="91">ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,</l><l n="92">ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,</l><l n="93">οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι</l><l n="94">ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.</l><l n="95">εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="96">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,</l><l n="97">ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ</l><l n="98">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="99">αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,</l><l n="100">ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·</l><l n="102">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,</l><l n="103">εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,</l><l n="104">ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="105">εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,</l><l n="106">βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι</l><l n="107">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="108">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="109">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>