<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.8-16.36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.8-16.36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="8"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ
                     ἑταῖρος</l><l n="9">ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,</l><l n="10">ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.</l></q><l n="11"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς</l><l n="12">ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,</l><l n="13">ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,</l><l n="14">κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,</l><l n="15">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ</l><l n="16">χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.</l><l n="17">ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ</l><l n="18">ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,</l><l n="19">μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,</l><l n="20">ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς</l><l n="21">πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·</l><l n="22">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="23"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="24">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.</l><l n="25">ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ</l><l n="26">τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.</l><l n="27">οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,</l><l n="28">ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,</l><l n="29">ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.</l></q><l n="30">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="31">ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,</l><l n="32">ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,</l><l n="33">ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη</l><l n="34">ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ</l><l n="35">χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.</l></q><l n="36"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>