<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.66-16.94</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.66-16.94</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="66">ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·</l><l n="67">ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.</l></q><l n="68"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="69">Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="70">πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;</l><l n="71">αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="72">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·</l><l n="73">μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="74">ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,</l><l n="75">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="76">ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="77">μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.</l><l n="78">ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="79">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="80">δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,</l><l n="81">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l><l n="82">εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·</l><l n="83">εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα</l><l n="84">ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.</l><l n="85">κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι</l><l n="86">ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·</l><l n="87">μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.</l><l n="88">πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα</l><l n="89">ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l></q><milestone n="90" unit="card" ed="p"/><l n="90">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="91">ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,</l><l n="92">ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,</l><l n="93">οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι</l><l n="94">ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>