<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.51-16.79</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.51-16.79</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="51">σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,</l><l n="52">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·</l><l n="53">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.</l><l n="54">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="55">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="56">δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ
                     ναῦται</l><l n="58">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="59">οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><l n="60"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="61">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="62">ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,</l><l n="63">φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι</l><l n="64">πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.</l><l n="65">νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς</l><l n="66">ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·</l><l n="67">ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.</l></q><l n="68"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="69">Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="70">πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;</l><l n="71">αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="72">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·</l><l n="73">μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="74">ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,</l><l n="75">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="76">ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="77">μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.</l><l n="78">ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="79">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>