<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.47-16.162</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.47-16.162</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="47">χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·</l><l n="48">ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.</l><l n="49">τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης</l><l n="50">ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,</l><l n="51">σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,</l><l n="52">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·</l><l n="53">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.</l><l n="54">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="55">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="56">δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ
                     ναῦται</l><l n="58">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="59">οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><l n="60"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="61">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="62">ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,</l><l n="63">φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι</l><l n="64">πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.</l><l n="65">νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς</l><l n="66">ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·</l><l n="67">ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.</l></q><l n="68"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="69">Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="70">πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;</l><l n="71">αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="72">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·</l><l n="73">μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="74">ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,</l><l n="75">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="76">ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="77">μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.</l><l n="78">ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="79">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="80">δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,</l><l n="81">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l><l n="82">εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·</l><l n="83">εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα</l><l n="84">ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.</l><l n="85">κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι</l><l n="86">ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·</l><l n="87">μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.</l><l n="88">πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα</l><l n="89">ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l></q><milestone n="90" unit="card" ed="p"/><l n="90">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="91">ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,</l><l n="92">ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,</l><l n="93">οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι</l><l n="94">ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.</l><l n="95">εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="96">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,</l><l n="97">ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ</l><l n="98">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="99">αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,</l><l n="100">ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·</l><l n="102">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,</l><l n="103">εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,</l><l n="104">ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="105">εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,</l><l n="106">βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι</l><l n="107">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="108">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="109">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,</l><l n="110">καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας</l><l n="111">μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.</l></q><l n="112"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="113">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="114">οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,</l><l n="115">οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ</l><l n="116">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="117">ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·</l><l n="118">μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,</l><l n="119">μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="120">μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.</l><l n="121">τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.</l><l n="122">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="123">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="124">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,</l><l n="125">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="126">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="127">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="128">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l><l n="129">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="130">ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ</l><l n="131">εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.</l><l n="132">αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,</l><l n="133">οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν</l><l n="134">πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.</l></q><milestone n="135" unit="card" ed="p"/><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="136">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="137">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="138">ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω</l><l n="139">δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων</l><l n="140">ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ</l><l n="141">πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·</l><l n="142">αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,</l><l n="143">οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,</l><l n="144">οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε</l><l n="145">ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="147">ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·</l><l n="148">εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,</l><l n="149">πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.</l><l n="150">ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς</l><l n="151">πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν</l><l n="152">ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα</l><l n="153">κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.</l></q><l n="154"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ
                  πέδιλα,</l><l n="155">δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην</l><l n="156">λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,</l><l n="157">ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="158">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.</l><l n="159">στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·</l><l n="160">οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,</l><l n="161">οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,</l><l n="162">ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>