<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.458-17.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.458-17.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="458">γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ</l><l n="459">ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.</l><l n="460">τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="461">ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;</l><l n="462">ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν</l><l n="463">ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;</l></q><l n="464"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="465">οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="466">ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει</l><l n="467">ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.</l><l n="468">ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,</l><l n="469">κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.</l><l n="470">ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.</l><l n="471">ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,</l><l n="472">ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν</l><l n="473">ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,</l><l n="474">βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·</l><l n="475">καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><l n="477">ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε
                  δαῖτα,</l><l n="479">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="480">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="481">κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div n="17" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα</l><l n="3">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="4">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,</l><l n="5">ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>