<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.447-17.494</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.447-17.494</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="447">ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.</l></q><l n="448"><milestone unit="para" ed="P"/>ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.</l><l n="449">ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="450">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="451">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><l n="452"><milestone unit="para" ed="P"/>ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς</l><l n="453">ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,</l><l n="454">σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,</l><l n="455">ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα</l><l n="456">ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,</l><l n="457">λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης</l><l n="458">γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ</l><l n="459">ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.</l><l n="460">τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="461">ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;</l><l n="462">ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν</l><l n="463">ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;</l></q><l n="464"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="465">οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="466">ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει</l><l n="467">ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.</l><l n="468">ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,</l><l n="469">κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.</l><l n="470">ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.</l><l n="471">ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,</l><l n="472">ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν</l><l n="473">ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,</l><l n="474">βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·</l><l n="475">καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><l n="477">ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε
                  δαῖτα,</l><l n="479">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="480">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="481">κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div n="17" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα</l><l n="3">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="4">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,</l><l n="5">ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="6"><milestone unit="para" ed="P"/>ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με
                     μήτηρ</l><l n="7">ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω</l><l n="8">κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,</l><l n="9">πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.</l><l n="10">τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι</l><l n="11">δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι</l><l n="12">πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας</l><l n="13">ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·</l><l n="14">ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ</l><l n="15">ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="17">ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·</l><l n="18">πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς</l><l n="19">δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.</l><l n="20">οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,</l><l n="21">ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.</l><l n="22">ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,</l><l n="23">αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.</l><l n="24">αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ</l><l n="25">στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.</l></q><l n="26"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,</l><l n="27">κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.</l><l n="28">αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="29">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,</l><l n="30">αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.</l><l n="31"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,</l><l n="32">κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,</l><l n="33">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="34">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,</l><l n="35">καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.</l><l n="36"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="37">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,</l><l n="38">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,</l><l n="39">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,</l><l n="40">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="41"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="42">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε</l><l n="43">λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.</l><l n="44">ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l></q><milestone n="45" unit="card" ed="p"/><l n="45">τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="46">μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ</l><l n="47">ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·</l><l n="48">ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="49">εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="50">εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας</l><l n="51">ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.</l><l n="52">αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω</l><l n="53">ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.</l><l n="54">τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,</l><l n="55">Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα</l><l n="56">ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.</l></q><l n="57"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.</l><l n="58">ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,</l><l n="59">εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας</l><l n="60">ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.</l><l n="61"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει</l><l n="62">ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="63">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·</l><l n="64">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.</l><l n="65">ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο</l><l n="66">ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.</l><l n="67">αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,</l><l n="68">ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,</l><l n="69">οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,</l><l n="70">ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.</l><l n="71">τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν</l><l n="72">ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="73">Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.</l><l n="74">τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="75"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα
                     γυναῖκας,</l><l n="76">ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.</l></q><l n="77"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="78">Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.</l><l n="79">εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι</l><l n="80">λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,</l><l n="81">αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·</l><l n="82">εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,</l><l n="83">δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.</l></q><milestone n="84" unit="card" ed="p"/><l n="84"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.</l><l n="85">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="86">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="87">ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.</l><l n="88">τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="89">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,</l><l n="90">ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.</l><l n="91">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="92">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="93">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="94">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="95">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="96">μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο</l><l n="97">κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.</l><l n="98">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,</l><l n="99">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="100">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="101"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα</l><l n="102">λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,</l><l n="103">αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="104">ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,</l><l n="105">πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,</l><l n="106">νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.</l></q><l n="107"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="108">τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.</l><l n="109">ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·</l><l n="110">δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν</l><l n="111">ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν</l><l n="112">ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος</l><l n="113">ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.</l><l n="114">αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,</l><l n="115">ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·</l><l n="116">ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,</l><l n="117">ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.</l><l n="118">ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ</l><l n="119">Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.</l><milestone n="120" unit="card" ed="p"/><l n="120">εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="121">ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·</l><l n="122">αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·</l><l n="123">καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="124"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν
                        εὐνῇ</l><l n="125">ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.</l><l n="126">ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος</l><l n="127">νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς</l><l n="128">κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα</l><l n="129">βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,</l><l n="130">ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,</l><l n="131">ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.</l><l n="132">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="133">τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ</l><l n="134">ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,</l><l n="135">κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,</l><l n="136">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="137">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="138">ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε</l><l n="139">ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,</l><l n="140">ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,</l><l n="141">τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="142">φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,</l><l n="143">νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ</l><l n="144">ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.</l><l n="145">οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,</l><l n="146">οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης</l></q><l n="147"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.</l><l n="148">ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον</l><l n="149">ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.</l><l n="151">τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="152"><milestone unit="para" ed="P"/>ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="153">ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="154">ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·</l><l n="155">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα</l><l n="156">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,</l><l n="157">ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,</l><l n="158">ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,</l><l n="159">ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·</l><l n="160">τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς</l><l n="161">ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.</l></q><l n="162"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="163">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="164">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="165">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l></q><milestone n="166" unit="card" ed="p"/><l n="166"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="167">μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο</l><l n="168">δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,</l><l n="169">ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.</l><l n="170">ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα</l><l n="171">πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,</l><l n="172">καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα</l><l n="173">ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·</l><q type="unspecified"><l n="174"><milestone unit="para" ed="P"/>κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ
                     ἀέθλοις,</l><l n="175">ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·</l><l n="176">οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε
                  μύθῳ.</l><l n="178">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="179">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="180">οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,</l><l n="181">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,</l><l n="182">δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε</l><l n="183">ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.</l><l n="184">τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="185"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι
                     μενεαίνεις</l><l n="186">σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε</l><l n="187">αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·</l><l n="188">ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω</l><l n="189">νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—</l><l n="190">ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα</l><l n="191">ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.</l></q><l n="192"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="193">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="194">ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.</l><l n="195">δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,</l><l n="196">σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,</l><l n="198">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·</l><l n="199">Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.</l><l n="200">τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες</l><l n="201">ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα</l><l n="202">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,</l><l n="203">σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.</l><milestone n="204" unit="card" ed="p"/><l n="204"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν</l><l n="205">ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο</l><l n="206">τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,</l><l n="207">τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·</l><l n="208">ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,</l><l n="209">πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ</l><l n="210">ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο</l><l n="211">νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·</l><l n="212">ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς</l><l n="213">αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,</l><l n="214">δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="215">τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,</l><l n="216">ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·</l><q type="unspecified"><l n="217"><milestone unit="para" ed="P"/>νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,</l><l n="218">ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.</l><l n="219">πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,</l><l n="220">πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;</l><l n="221">ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,</l><l n="222">αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·</l><l n="223">τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι</l><l n="224">σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,</l><l n="225">καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.</l><l n="226">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει</l><l n="227">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον</l><l n="228">βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.</l><l n="229">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="230">αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,</l><l n="231">πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων</l><l n="232">πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.</l></q><l n="233"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν</l><l n="234">ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,</l><l n="235">ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς</l><l n="236">ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,</l><l n="237">ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.</l><l n="238">ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης</l><l n="239">νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="240"><milestone unit="para" ed="P"/>νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ
                     Ὀδυσσεὺς</l><l n="241">ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,</l><l n="242">ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,</l><l n="243">ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·</l><l n="244">τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,</l><l n="245">τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ</l><l n="246">ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.</l></q><milestone n="247" unit="card" ed="p"/><l n="247"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="248">ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,</l><l n="249">τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="250">ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.</l><l n="251">αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων</l><l n="252">σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,</l><l n="253">ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.</l></q><l n="254"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,</l><l n="255">αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.</l><l n="256">αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,</l><l n="257">ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.</l><l n="258">τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,</l><l n="259">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα</l><l n="260">ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="261">στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ</l><l n="262">φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν</l><l n="263">Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="264"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,</l><l n="265">ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.</l><l n="266">ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ</l><l n="267">τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ</l><l n="268">δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.</l><l n="269">γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται</l><l n="270">ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ</l><l n="271">ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.</l></q><l n="272"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="273">ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.</l><l n="274">ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.</l><l n="275">ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,</l><l n="276">δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·</l><l n="277">εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·</l><l n="278">μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας</l><l n="279">ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.</l></q><l n="280">τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="282">ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.</l><l n="283">οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·</l><l n="284">τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα</l><l n="285">κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·</l><l n="286">γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,</l><l n="287">οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,</l><l n="288">τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται</l><l n="289">πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290">ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="291">ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,</l><l n="292">Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς</l><l n="293">θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν</l><l n="294">ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες</l><l n="295">αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·</l><l n="296">δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,</l><l n="297">ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων</l><l n="298">ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν</l><l n="299">δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·</l><l n="300">ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.</l><l n="301">δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,</l><l n="302">οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,</l><l n="303">ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος</l><l n="304">ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,</l><l n="305">ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·</l><q type="unspecified"><l n="306"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ
                     κόπρῳ.</l><l n="307">καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,</l><l n="308">εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,</l><l n="309">ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν</l><l n="310">γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.</l></q><l n="311"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="312">καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.</l><l n="313">εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,</l><l n="314">οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="315">αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.</l><l n="316">οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης</l><l n="317">κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·</l><l n="318">νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης</l><l n="319">ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.</l><l n="320">δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,</l><l n="321">οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·</l><l n="322">ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς</l><l n="323">ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.</l></q><l n="324"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,</l><l n="325">βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.</l><l n="326">Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,</l><l n="327">αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.</l><l n="328"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς</l><l n="329">ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα</l><l n="330">νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον</l><l n="331">κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ</l><l n="332">δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·</l><l n="333">τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν</l><l n="334">ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ</l><l n="335">μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.</l><milestone n="336" unit="card" ed="p"/><l n="336"><milestone unit="para" ed="P"/>ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ
                  Ὀδυσσεύς,</l><l n="337">πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,</l><l n="338">σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.</l><l n="339">ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,</l><l n="340">κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων</l><l n="341">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.</l><l n="342">Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,</l><l n="343">ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο</l><l n="344">καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·</l><q type="unspecified"><l n="345">δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε</l><l n="346">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="347">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.</l></q><l n="348"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν,</l><l n="349">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q type="unspecified"><l n="350"><milestone unit="para" ed="P"/>Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε
                     κελεύει</l><l n="351">αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·</l><l n="352">αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.</l></q><l n="353"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="354">Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,</l><l n="355">καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν</l><l n="357">αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,</l><l n="358">ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·</l><l n="359">εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.</l><l n="360">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,</l><l n="361">ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα</l><l n="362">ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,</l><l n="363">γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·</l><l n="364">ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.</l><l n="365">βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,</l><l n="366">πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.</l><l n="367">οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,</l><l n="368">ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.</l><l n="369"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·</l><q type="unspecified"><l n="370">κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="371">τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.</l><l n="372">ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,</l><l n="373">αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.</l></q><l n="374"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·</l><q type="unspecified"><l n="375">ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε</l><l n="376">ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,</l><l n="377">πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;</l><l n="378">ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος</l><l n="379">ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="381">Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·</l><l n="382">τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν</l><l n="383">ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,</l><l n="384">μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,</l><l n="385">ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;</l><l n="386">οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·</l><l n="387">πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.</l><l n="388">ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων</l><l n="389">δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε</l><l n="390">οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια</l><l n="391">ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.</l></q><l n="392"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="393">σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·</l><l n="394">Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ</l><l n="395">μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.</l></q><l n="396"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="397">Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,</l><l n="398">ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι</l><l n="399">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.</l><l n="400">δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·</l><l n="401">μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον</l><l n="402">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="403">ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·</l><l n="404">αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.</l></q><l n="405">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="406">Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.</l><l n="407">εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,</l><l n="408">καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης</l><l n="410">κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·</l><l n="411">οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην</l><l n="412">σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς</l><l n="413">αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·</l><l n="414">στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="415"><milestone unit="para" ed="P"/>δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος
                     Ἀχαιῶν</l><l n="416">ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.</l><l n="417">τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι</l><l n="418">σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.</l><l n="419">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="420">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="421">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="422">ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ</l><l n="423">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><milestone n="424" unit="card" ed="p"/><l n="424">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—</l><l n="425">ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν</l><l n="426">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.</l><l n="427">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="428">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="429">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="430">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.</l><l n="431">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="432">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="433">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="434">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l><l n="435">οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="436">ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l><l n="437">χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος</l><l n="438">φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l><l n="439">στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l><l n="440">ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l><l n="441">τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l><l n="442">αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,</l><l n="443">Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·</l><l n="444">ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.</l></q><l n="445">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="446">τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;</l><l n="447">στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,</l><l n="448">μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·</l><l n="449">ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.</l><l n="450">ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι</l><l n="451">μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς</l><l n="452">ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.</l></q><l n="453"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="454">ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·</l><l n="455">οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,</l><l n="456">ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης</l><l n="457">σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.</l></q><l n="458"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="459">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="460">νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω</l><l n="461">ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.</l></q><milestone n="462" unit="card" ed="p"/><l n="462"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,</l><l n="463">πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη</l><l n="464">ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,</l><l n="465">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="466">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην</l><l n="467">θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·</l><q type="unspecified"><l n="468"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="469">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="470">οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,</l><l n="471">ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι</l><l n="472">βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·</l><l n="473">αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,</l><l n="474">οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.</l><l n="475">ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,</l><l n="476">Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="478">ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,</l><l n="479">μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,</l><l n="480">ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.</l></q><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν·</l><l n="482">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,</l><l n="484">οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.</l><l n="485">καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,</l><l n="486">παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,</l><l n="487">ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.</l></q><l n="488"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="489">Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε</l><l n="490">βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,</l><l n="491">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="492"><milestone unit="para" ed="P"/>τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια</l><l n="493">βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="494">αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>