<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.417-16.450</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.417-16.450</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="417">Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ
                     φασιν</l><l n="419">ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον</l><l n="420">βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.</l><l n="421">μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="422">ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς</l><l n="423">μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.</l><l n="424">ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,</l><l n="425">δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,</l><l n="426">οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν</l><l n="427">ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·</l><l n="428">τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ</l><l n="429">ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·</l><l n="430">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.</l><l n="431">τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα</l><l n="432">παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·</l><l n="433">ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.</l></q><milestone n="434" unit="card" ed="p"/><l n="434"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="435">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="436">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="437">οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,</l><l n="438">ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει</l><l n="439">ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.</l><l n="440">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="441">αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ</l><l n="442">ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς</l><l n="443">πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν</l><l n="444">ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.</l><l n="445">τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν</l><l n="446">ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα</l><l n="447">ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.</l></q><l n="448"><milestone unit="para" ed="P"/>ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.</l><l n="449">ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="450">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>