<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.411-17.36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.411-17.36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="411">πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·</l><l n="412">κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.</l><l n="413">βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="414">ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="415">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="416">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,</l><l n="417">Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ
                     φασιν</l><l n="419">ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον</l><l n="420">βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.</l><l n="421">μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="422">ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς</l><l n="423">μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.</l><l n="424">ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,</l><l n="425">δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,</l><l n="426">οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν</l><l n="427">ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·</l><l n="428">τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ</l><l n="429">ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·</l><l n="430">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.</l><l n="431">τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα</l><l n="432">παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·</l><l n="433">ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.</l></q><milestone n="434" unit="card" ed="p"/><l n="434"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="435">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="436">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="437">οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,</l><l n="438">ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει</l><l n="439">ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.</l><l n="440">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="441">αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ</l><l n="442">ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς</l><l n="443">πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν</l><l n="444">ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.</l><l n="445">τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν</l><l n="446">ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα</l><l n="447">ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.</l></q><l n="448"><milestone unit="para" ed="P"/>ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.</l><l n="449">ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="450">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="451">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><l n="452"><milestone unit="para" ed="P"/>ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς</l><l n="453">ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,</l><l n="454">σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,</l><l n="455">ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα</l><l n="456">ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,</l><l n="457">λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης</l><l n="458">γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ</l><l n="459">ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.</l><l n="460">τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="461">ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;</l><l n="462">ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν</l><l n="463">ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;</l></q><l n="464"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="465">οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="466">ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει</l><l n="467">ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.</l><l n="468">ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,</l><l n="469">κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.</l><l n="470">ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.</l><l n="471">ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,</l><l n="472">ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν</l><l n="473">ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,</l><l n="474">βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·</l><l n="475">καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><l n="477">ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε
                  δαῖτα,</l><l n="479">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="480">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="481">κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div n="17" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα</l><l n="3">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="4">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,</l><l n="5">ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="6"><milestone unit="para" ed="P"/>ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με
                     μήτηρ</l><l n="7">ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω</l><l n="8">κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,</l><l n="9">πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.</l><l n="10">τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι</l><l n="11">δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι</l><l n="12">πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας</l><l n="13">ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·</l><l n="14">ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ</l><l n="15">ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="17">ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·</l><l n="18">πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς</l><l n="19">δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.</l><l n="20">οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,</l><l n="21">ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.</l><l n="22">ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,</l><l n="23">αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.</l><l n="24">αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ</l><l n="25">στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.</l></q><l n="26"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,</l><l n="27">κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.</l><l n="28">αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="29">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,</l><l n="30">αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.</l><l n="31"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,</l><l n="32">κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,</l><l n="33">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="34">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,</l><l n="35">καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.</l><l n="36"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>