<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.400-16.428</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.400-16.428</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="400"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι</l><l n="401">Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν</l><l n="402">κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.</l><l n="403">εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,</l><l n="404">αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·</l><l n="405">εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="407">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,</l><l n="408">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.</l><l n="409"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,</l><l n="410">μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.</l><l n="411">πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·</l><l n="412">κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.</l><l n="413">βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="414">ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="415">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="416">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,</l><l n="417">Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ
                     φασιν</l><l n="419">ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον</l><l n="420">βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.</l><l n="421">μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="422">ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς</l><l n="423">μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.</l><l n="424">ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,</l><l n="425">δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,</l><l n="426">οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν</l><l n="427">ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·</l><l n="428">τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>