<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.383-16.416</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.383-16.416</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="383">ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος</l><l n="384">ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,</l><l n="385">δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε</l><l n="386">κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.</l><l n="387">εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε</l><l n="388">αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,</l><l n="389">μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν</l><l n="390">ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος</l><l n="391">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="392">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="393" unit="card" ed="p"/><l n="393"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="394">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,</l><l n="395">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,</l><l n="396">ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,</l><l n="397">ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ</l><l n="398">ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="399">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="400"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι</l><l n="401">Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν</l><l n="402">κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.</l><l n="403">εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,</l><l n="404">αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·</l><l n="405">εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="407">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,</l><l n="408">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.</l><l n="409"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,</l><l n="410">μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.</l><l n="411">πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·</l><l n="412">κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.</l><l n="413">βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="414">ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="415">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="416">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>