<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.371-16.399</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.371-16.399</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="371">ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον</l><l n="372">Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω</l><l n="373">τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.</l><l n="374">αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,</l><l n="375">λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.</l><l n="376">ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς</l><l n="377">εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,</l><l n="378">ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς</l><l n="379">οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·</l><l n="380">οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·</l><l n="381">μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι</l><l n="382">γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·</l><l n="383">ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος</l><l n="384">ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,</l><l n="385">δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε</l><l n="386">κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.</l><l n="387">εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε</l><l n="388">αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,</l><l n="389">μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν</l><l n="390">ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος</l><l n="391">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="392">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="393" unit="card" ed="p"/><l n="393"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="394">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,</l><l n="395">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,</l><l n="396">ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,</l><l n="397">ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ</l><l n="398">ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="399">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>