<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.346-16.424</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.346-16.424</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται</l><l n="347">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="348">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,</l><l n="349">ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα</l><l n="350">κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.</l></q><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,</l><l n="352">στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,</l><l n="353">ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.</l><l n="354">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ
                     ἔνδον.</l><l n="356">ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ</l><l n="357">νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα
                  θαλάσσης,</l><l n="359">αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="360">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="361">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον</l><l n="362">εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.</l><l n="363">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος
                     ἔλυσαν.</l><l n="365">ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας</l><l n="366">αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="367">οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ</l><l n="368">νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,</l><l n="369">Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες</l><l n="370">αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,</l><l n="371">ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον</l><l n="372">Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω</l><l n="373">τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.</l><l n="374">αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,</l><l n="375">λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.</l><l n="376">ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς</l><l n="377">εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,</l><l n="378">ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς</l><l n="379">οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·</l><l n="380">οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·</l><l n="381">μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι</l><l n="382">γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·</l><l n="383">ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος</l><l n="384">ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,</l><l n="385">δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε</l><l n="386">κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.</l><l n="387">εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε</l><l n="388">αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,</l><l n="389">μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν</l><l n="390">ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος</l><l n="391">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="392">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="393" unit="card" ed="p"/><l n="393"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="394">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,</l><l n="395">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,</l><l n="396">ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,</l><l n="397">ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ</l><l n="398">ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="399">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="400"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι</l><l n="401">Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν</l><l n="402">κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.</l><l n="403">εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,</l><l n="404">αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·</l><l n="405">εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="407">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,</l><l n="408">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.</l><l n="409"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,</l><l n="410">μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.</l><l n="411">πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·</l><l n="412">κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.</l><l n="413">βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="414">ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="415">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="416">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,</l><l n="417">Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ
                     φασιν</l><l n="419">ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον</l><l n="420">βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.</l><l n="421">μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="422">ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς</l><l n="423">μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.</l><l n="424">ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>