<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.342-16.370</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.342-16.370</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="342"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,</l><l n="343">ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="344">αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.</l><l n="345">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται</l><l n="347">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="348">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,</l><l n="349">ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα</l><l n="350">κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.</l></q><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,</l><l n="352">στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,</l><l n="353">ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.</l><l n="354">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ
                     ἔνδον.</l><l n="356">ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ</l><l n="357">νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα
                  θαλάσσης,</l><l n="359">αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="360">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="361">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον</l><l n="362">εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.</l><l n="363">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος
                     ἔλυσαν.</l><l n="365">ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας</l><l n="366">αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="367">οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ</l><l n="368">νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,</l><l n="369">Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες</l><l n="370">αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>