<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.301-16.379</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.301-16.379</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="301">μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,</l><l n="302">μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης</l><l n="303">μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,</l><l n="304">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·</l><l n="305">καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,</l><l n="306">ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,</l><l n="307">ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.</l></q><milestone n="308" unit="card" ed="p"/><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός</l><q type="unspecified"><l n="309">ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,</l><l n="310">γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·</l><l n="311">ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω</l><l n="312">ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.</l><l n="313">δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,</l><l n="314">ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι</l><l n="315">χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.</l><l n="316">ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,</l><l n="317">αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·</l><l n="318">ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι</l><l n="319">ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,</l><l n="320">εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="322">ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,</l><l n="323">ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.</l><l n="324">οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,</l><l n="325">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="326">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,</l><l n="327">αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.</l><l n="328">αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,</l><l n="329">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="330">οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει</l><l n="331">ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ</l><l n="332">ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι</l><l n="333">τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς</l><l n="334">τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.</l><l n="335">ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,</l><l n="336">κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="337">ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.</l></q><l n="338"><milestone unit="para" ed="P"/>Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς</l><l n="339">πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.</l><l n="340">αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,</l><l n="341">βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.</l><l n="342"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,</l><l n="343">ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="344">αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.</l><l n="345">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται</l><l n="347">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="348">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,</l><l n="349">ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα</l><l n="350">κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.</l></q><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,</l><l n="352">στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,</l><l n="353">ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.</l><l n="354">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ
                     ἔνδον.</l><l n="356">ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ</l><l n="357">νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα
                  θαλάσσης,</l><l n="359">αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="360">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="361">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον</l><l n="362">εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.</l><l n="363">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος
                     ἔλυσαν.</l><l n="365">ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας</l><l n="366">αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="367">οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ</l><l n="368">νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,</l><l n="369">Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες</l><l n="370">αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,</l><l n="371">ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον</l><l n="372">Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω</l><l n="373">τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.</l><l n="374">αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,</l><l n="375">λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.</l><l n="376">ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς</l><l n="377">εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,</l><l n="378">ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς</l><l n="379">οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>