<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.284-16.312</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.284-16.312</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="284">ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται</l><l n="285">ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας</l><l n="286">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="287">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν
                        ἐῴκει</l><l n="289">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="290">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="291">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,</l><l n="292">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="293">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="294">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q><l n="295">νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε</l><l n="296">καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,</l><l n="297">ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα</l><l n="298">Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.</l><l n="299">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="300">εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,</l><l n="301">μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,</l><l n="302">μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης</l><l n="303">μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,</l><l n="304">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·</l><l n="305">καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,</l><l n="306">ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,</l><l n="307">ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.</l></q><milestone n="308" unit="card" ed="p"/><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός</l><q type="unspecified"><l n="309">ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,</l><l n="310">γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·</l><l n="311">ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω</l><l n="312">ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>