<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.253-17.43</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.253-17.43</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="253">καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.</l><l n="254">τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,</l><l n="255">μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.</l><l n="256">ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,</l><l n="257">φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.</l></q><l n="258"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="259">τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="260">καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ</l><l n="261">ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.</l></q><l n="262"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="263">ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,</l><l n="264">ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις</l><l n="265">ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.</l></q><milestone n="266" unit="card" ed="p"/><l n="266"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="267">οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον</l><l n="268">φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν</l><l n="269">ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.</l><l n="270">ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="271">οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·</l><l n="272">αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,</l><l n="273">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.</l><l n="274">εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ</l><l n="275">τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,</l><l n="276">ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε</l><l n="277">ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.</l><l n="278">ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,</l><l n="279">μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι</l><l n="280">πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.</l><l n="281">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="282">ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,</l><l n="283">νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας</l><l n="284">ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται</l><l n="285">ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας</l><l n="286">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="287">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν
                        ἐῴκει</l><l n="289">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="290">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="291">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,</l><l n="292">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="293">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="294">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q><l n="295">νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε</l><l n="296">καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,</l><l n="297">ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα</l><l n="298">Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.</l><l n="299">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="300">εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,</l><l n="301">μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,</l><l n="302">μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης</l><l n="303">μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,</l><l n="304">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·</l><l n="305">καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,</l><l n="306">ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,</l><l n="307">ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.</l></q><milestone n="308" unit="card" ed="p"/><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός</l><q type="unspecified"><l n="309">ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,</l><l n="310">γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·</l><l n="311">ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω</l><l n="312">ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.</l><l n="313">δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,</l><l n="314">ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι</l><l n="315">χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.</l><l n="316">ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,</l><l n="317">αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·</l><l n="318">ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι</l><l n="319">ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,</l><l n="320">εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="322">ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,</l><l n="323">ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.</l><l n="324">οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,</l><l n="325">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="326">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,</l><l n="327">αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.</l><l n="328">αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,</l><l n="329">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="330">οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει</l><l n="331">ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ</l><l n="332">ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι</l><l n="333">τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς</l><l n="334">τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.</l><l n="335">ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,</l><l n="336">κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="337">ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.</l></q><l n="338"><milestone unit="para" ed="P"/>Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς</l><l n="339">πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.</l><l n="340">αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,</l><l n="341">βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.</l><l n="342"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,</l><l n="343">ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="344">αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.</l><l n="345">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται</l><l n="347">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="348">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,</l><l n="349">ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα</l><l n="350">κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.</l></q><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,</l><l n="352">στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,</l><l n="353">ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.</l><l n="354">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ
                     ἔνδον.</l><l n="356">ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ</l><l n="357">νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα
                  θαλάσσης,</l><l n="359">αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="360">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="361">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον</l><l n="362">εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.</l><l n="363">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος
                     ἔλυσαν.</l><l n="365">ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας</l><l n="366">αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="367">οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ</l><l n="368">νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,</l><l n="369">Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες</l><l n="370">αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,</l><l n="371">ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον</l><l n="372">Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω</l><l n="373">τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.</l><l n="374">αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,</l><l n="375">λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.</l><l n="376">ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς</l><l n="377">εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,</l><l n="378">ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς</l><l n="379">οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·</l><l n="380">οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·</l><l n="381">μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι</l><l n="382">γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·</l><l n="383">ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος</l><l n="384">ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,</l><l n="385">δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε</l><l n="386">κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.</l><l n="387">εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε</l><l n="388">αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,</l><l n="389">μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν</l><l n="390">ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος</l><l n="391">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="392">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="393" unit="card" ed="p"/><l n="393"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="394">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,</l><l n="395">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,</l><l n="396">ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,</l><l n="397">ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ</l><l n="398">ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="399">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="400"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι</l><l n="401">Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν</l><l n="402">κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.</l><l n="403">εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,</l><l n="404">αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·</l><l n="405">εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="407">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,</l><l n="408">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.</l><l n="409"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,</l><l n="410">μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.</l><l n="411">πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·</l><l n="412">κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.</l><l n="413">βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="414">ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="415">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="416">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,</l><l n="417">Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ
                     φασιν</l><l n="419">ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον</l><l n="420">βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.</l><l n="421">μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="422">ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς</l><l n="423">μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.</l><l n="424">ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,</l><l n="425">δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,</l><l n="426">οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν</l><l n="427">ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·</l><l n="428">τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ</l><l n="429">ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·</l><l n="430">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.</l><l n="431">τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα</l><l n="432">παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·</l><l n="433">ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.</l></q><milestone n="434" unit="card" ed="p"/><l n="434"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="435">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="436">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="437">οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,</l><l n="438">ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει</l><l n="439">ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.</l><l n="440">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="441">αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ</l><l n="442">ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς</l><l n="443">πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν</l><l n="444">ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.</l><l n="445">τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν</l><l n="446">ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα</l><l n="447">ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.</l></q><l n="448"><milestone unit="para" ed="P"/>ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.</l><l n="449">ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα</l><l n="450">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="451">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><l n="452"><milestone unit="para" ed="P"/>ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς</l><l n="453">ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,</l><l n="454">σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,</l><l n="455">ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα</l><l n="456">ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,</l><l n="457">λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης</l><l n="458">γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ</l><l n="459">ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.</l><l n="460">τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="461">ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;</l><l n="462">ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν</l><l n="463">ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;</l></q><l n="464"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="465">οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="466">ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει</l><l n="467">ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.</l><l n="468">ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,</l><l n="469">κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.</l><l n="470">ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.</l><l n="471">ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,</l><l n="472">ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν</l><l n="473">ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,</l><l n="474">βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·</l><l n="475">καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><l n="477">ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.</l><l n="478"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε
                  δαῖτα,</l><l n="479">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="480">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="481">κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div n="17" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="2">δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα</l><l n="3">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,</l><l n="4">εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,</l><l n="5">ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·</l><q type="unspecified"><l n="6"><milestone unit="para" ed="P"/>ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με
                     μήτηρ</l><l n="7">ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω</l><l n="8">κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,</l><l n="9">πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.</l><l n="10">τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι</l><l n="11">δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι</l><l n="12">πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας</l><l n="13">ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·</l><l n="14">ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ</l><l n="15">ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.</l></q><l n="16"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="17">ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·</l><l n="18">πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς</l><l n="19">δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.</l><l n="20">οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,</l><l n="21">ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.</l><l n="22">ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,</l><l n="23">αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.</l><l n="24">αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ</l><l n="25">στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.</l></q><l n="26"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,</l><l n="27">κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.</l><l n="28">αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="29">ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,</l><l n="30">αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.</l><l n="31"><milestone unit="para" ed="P"/>τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,</l><l n="32">κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,</l><l n="33">δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι</l><l n="34">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,</l><l n="35">καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.</l><l n="36"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="37">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,</l><l n="38">ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,</l><l n="39">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,</l><l n="40">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="41"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="42">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε</l><l n="43">λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>