<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.226-16.256</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.226-16.256</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="226">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="227">Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους</l><l n="228">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·</l><l n="229">καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="230">κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,</l><l n="231">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.</l><l n="232">καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·</l><l n="233">νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="234">ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.</l><l n="235">ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,</l><l n="236">ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·</l><l n="237">καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας</l><l n="238">φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι</l><l n="239">μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.</l></q><l n="240">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="241">ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,</l><l n="242">χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·</l><l n="243">ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη</l><l n="244">ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.</l><l n="245">μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,</l><l n="246">ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.</l><l n="247">ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα</l><l n="248">κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·</l><l n="249">ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,</l><l n="250">ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,</l><l n="251">ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,</l><l n="252">καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς</l><l n="253">καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.</l><l n="254">τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,</l><l n="255">μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.</l><l n="256">ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>