<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.222-16.300</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.222-16.300</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="222"><milestone unit="para" ed="P"/>ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε
                     ναῦται</l><l n="223">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="224">οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="226">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="227">Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους</l><l n="228">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·</l><l n="229">καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="230">κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,</l><l n="231">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.</l><l n="232">καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·</l><l n="233">νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="234">ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.</l><l n="235">ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,</l><l n="236">ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·</l><l n="237">καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας</l><l n="238">φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι</l><l n="239">μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.</l></q><l n="240">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="241">ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,</l><l n="242">χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·</l><l n="243">ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη</l><l n="244">ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.</l><l n="245">μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,</l><l n="246">ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.</l><l n="247">ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα</l><l n="248">κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·</l><l n="249">ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,</l><l n="250">ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,</l><l n="251">ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,</l><l n="252">καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς</l><l n="253">καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.</l><l n="254">τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,</l><l n="255">μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.</l><l n="256">ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,</l><l n="257">φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.</l></q><l n="258"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="259">τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="260">καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ</l><l n="261">ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.</l></q><l n="262"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="263">ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,</l><l n="264">ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις</l><l n="265">ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.</l></q><milestone n="266" unit="card" ed="p"/><l n="266"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="267">οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον</l><l n="268">φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν</l><l n="269">ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.</l><l n="270">ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="271">οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·</l><l n="272">αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,</l><l n="273">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.</l><l n="274">εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ</l><l n="275">τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,</l><l n="276">ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε</l><l n="277">ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.</l><l n="278">ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,</l><l n="279">μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι</l><l n="280">πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.</l><l n="281">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="282">ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,</l><l n="283">νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας</l><l n="284">ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται</l><l n="285">ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας</l><l n="286">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="287">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν
                        ἐῴκει</l><l n="289">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="290">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="291">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,</l><l n="292">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="293">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="294">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q><l n="295">νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε</l><l n="296">καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,</l><l n="297">ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα</l><l n="298">Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.</l><l n="299">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="300">εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>