<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.188-16.266</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.188-16.266</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="188">ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων</l><l n="189">πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="190"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν</l><l n="191">δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.</l><l n="192">Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,</l><l n="193">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="194"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με
                     δαίμων</l><l n="195">θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.</l><l n="196">οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο</l><l n="197">ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="198">ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.</l><l n="199">ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·</l><l n="200">νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="202">Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα</l><l n="203">οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·</l><l n="204">οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="205">ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,</l><l n="206">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="207">αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,</l><l n="208">ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,</l><l n="209">ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε</l><l n="210">ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.</l><l n="211">ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="212">ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.</l></q><l n="213"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ</l><l n="214">ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,</l><l n="215">ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·</l><l n="216">κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,</l><l n="217">φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα</l><l n="218">ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·</l><l n="219">ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.</l><l n="220">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,</l><l n="221">εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·</l><q type="unspecified"><l n="222"><milestone unit="para" ed="P"/>ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε
                     ναῦται</l><l n="223">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="224">οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="226">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="227">Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους</l><l n="228">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·</l><l n="229">καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="230">κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,</l><l n="231">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.</l><l n="232">καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·</l><l n="233">νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="234">ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.</l><l n="235">ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,</l><l n="236">ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·</l><l n="237">καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας</l><l n="238">φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι</l><l n="239">μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.</l></q><l n="240">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="241">ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,</l><l n="242">χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·</l><l n="243">ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη</l><l n="244">ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.</l><l n="245">μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,</l><l n="246">ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.</l><l n="247">ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα</l><l n="248">κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·</l><l n="249">ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,</l><l n="250">ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,</l><l n="251">ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,</l><l n="252">καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς</l><l n="253">καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.</l><l n="254">τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,</l><l n="255">μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.</l><l n="256">ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,</l><l n="257">φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.</l></q><l n="258"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="259">τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="260">καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ</l><l n="261">ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.</l></q><l n="262"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="263">ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,</l><l n="264">ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις</l><l n="265">ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.</l></q><milestone n="266" unit="card" ed="p"/><l n="266"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>