<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.183-16.211</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.183-16.211</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="183">ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·</l><l n="184">ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ</l><l n="185">ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων</l></q><milestone n="186" unit="card" ed="p"/><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="187">οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;</l><l n="188">ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων</l><l n="189">πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="190"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν</l><l n="191">δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.</l><l n="192">Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,</l><l n="193">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="194"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με
                     δαίμων</l><l n="195">θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.</l><l n="196">οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο</l><l n="197">ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="198">ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.</l><l n="199">ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·</l><l n="200">νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="202">Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα</l><l n="203">οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·</l><l n="204">οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="205">ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,</l><l n="206">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="207">αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,</l><l n="208">ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,</l><l n="209">ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε</l><l n="210">ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.</l><l n="211">ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>