<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.168-16.196</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.168-16.196</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="168">ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="169">ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε</l><l n="170">ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ</l><l n="171">δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="173">φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα</l><l n="174">θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.</l><l n="175">ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,</l><l n="176">κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.</l><l n="177">ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="178">ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,</l><l n="179">ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,</l><l n="180">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="181"><milestone unit="para" ed="P"/>ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,</l><l n="182">ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.</l><l n="183">ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·</l><l n="184">ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ</l><l n="185">ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων</l></q><milestone n="186" unit="card" ed="p"/><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="187">οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;</l><l n="188">ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων</l><l n="189">πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="190"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν</l><l n="191">δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.</l><l n="192">Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,</l><l n="193">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="194"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με
                     δαίμων</l><l n="195">θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.</l><l n="196">οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>