<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.154-16.182</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.154-16.182</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><l n="154"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ
                  πέδιλα,</l><l n="155">δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην</l><l n="156">λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,</l><l n="157">ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="158">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.</l><l n="159">στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·</l><l n="160">οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,</l><l n="161">οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,</l><l n="162">ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο</l><l n="163">κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.</l><l n="164">ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="165">ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="166">στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·</l><q type="unspecified"><l n="167"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.</l><l n="168">ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="169">ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε</l><l n="170">ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ</l><l n="171">δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="173">φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα</l><l n="174">θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.</l><l n="175">ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,</l><l n="176">κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.</l><l n="177">ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="178">ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,</l><l n="179">ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,</l><l n="180">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="181"><milestone unit="para" ed="P"/>ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,</l><l n="182">ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>