<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.143-16.221</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.143-16.221</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="143">οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,</l><l n="144">οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε</l><l n="145">ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="147">ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·</l><l n="148">εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,</l><l n="149">πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.</l><l n="150">ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς</l><l n="151">πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν</l><l n="152">ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα</l><l n="153">κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.</l></q><l n="154"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ
                  πέδιλα,</l><l n="155">δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην</l><l n="156">λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,</l><l n="157">ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="158">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.</l><l n="159">στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·</l><l n="160">οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,</l><l n="161">οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,</l><l n="162">ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο</l><l n="163">κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.</l><l n="164">ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="165">ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="166">στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·</l><q type="unspecified"><l n="167"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.</l><l n="168">ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="169">ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε</l><l n="170">ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ</l><l n="171">δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="173">φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα</l><l n="174">θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.</l><l n="175">ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,</l><l n="176">κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.</l><l n="177">ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="178">ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,</l><l n="179">ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,</l><l n="180">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="181"><milestone unit="para" ed="P"/>ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,</l><l n="182">ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.</l><l n="183">ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·</l><l n="184">ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ</l><l n="185">ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων</l></q><milestone n="186" unit="card" ed="p"/><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="187">οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;</l><l n="188">ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων</l><l n="189">πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="190"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν</l><l n="191">δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.</l><l n="192">Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,</l><l n="193">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="194"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με
                     δαίμων</l><l n="195">θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.</l><l n="196">οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο</l><l n="197">ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="198">ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.</l><l n="199">ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·</l><l n="200">νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="202">Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα</l><l n="203">οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·</l><l n="204">οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="205">ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,</l><l n="206">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="207">αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,</l><l n="208">ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,</l><l n="209">ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε</l><l n="210">ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.</l><l n="211">ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="212">ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.</l></q><l n="213"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ</l><l n="214">ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,</l><l n="215">ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·</l><l n="216">κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,</l><l n="217">φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα</l><l n="218">ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·</l><l n="219">ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.</l><l n="220">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,</l><l n="221">εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>