<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.110-16.138</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:16.110-16.138</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="16" type="textpart" subtype="book"><q type="unspecified"><l n="110">καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας</l><l n="111">μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.</l></q><l n="112"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="113">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="114">οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,</l><l n="115">οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ</l><l n="116">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="117">ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·</l><l n="118">μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,</l><l n="119">μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="120">μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.</l><l n="121">τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.</l><l n="122">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="123">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="124">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,</l><l n="125">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="126">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="127">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="128">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l><l n="129">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="130">ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ</l><l n="131">εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.</l><l n="132">αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,</l><l n="133">οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν</l><l n="134">πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.</l></q><milestone n="135" unit="card" ed="p"/><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="136">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="137">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="138">ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>