<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.75-15.97</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.75-15.97</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="75">ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω</l><l n="76">καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ</l><l n="77">δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.</l><l n="78">ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,</l><l n="79">δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.</l><l n="80">εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,</l><l n="81">ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,</l><l n="82">ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας</l><l n="83">αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,</l><l n="84">ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,</l><l n="85">ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.</l></q><l n="86"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="87">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="88">βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν</l><l n="89">οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·</l><l n="90">μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,</l><l n="91">ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="93">αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε</l><l n="94">δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.</l><l n="95">ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,</l><l n="96">ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·</l><l n="97">τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>