<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.550-16.21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.550-16.21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="550">Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="551">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="552">νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="553">οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε</l><l n="554">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><l n="555">τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="556">ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης</l><l n="557">ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,</l></div><div n="16" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="2">ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,</l><l n="3">ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·</l><l n="4">Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,</l><l n="5">οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="6">σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.</l><l n="7">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="8"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ
                     ἑταῖρος</l><l n="9">ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,</l><l n="10">ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.</l></q><l n="11"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς</l><l n="12">ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,</l><l n="13">ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,</l><l n="14">κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,</l><l n="15">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ</l><l n="16">χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.</l><l n="17">ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ</l><l n="18">ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,</l><l n="19">μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,</l><l n="20">ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς</l><l n="21">πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>