<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.55-15.88</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.55-15.88</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="55">ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.</l></q><l n="56"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="57">ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="58">ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.</l><l n="59">τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,</l><l n="60">σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα</l><l n="61">δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις</l><l n="62">ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα</l><l n="63">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><q type="unspecified"><l n="64"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="65">ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·</l><l n="66">ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.</l></q><l n="67"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·</l><q type="unspecified"><l n="68">Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω</l><l n="69">ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ</l><l n="70">ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,</l><l n="71">ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="72">ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι</l><l n="73">ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.</l><l n="74">χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.</l><l n="75">ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω</l><l n="76">καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ</l><l n="77">δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.</l><l n="78">ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,</l><l n="79">δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.</l><l n="80">εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,</l><l n="81">ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,</l><l n="82">ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας</l><l n="83">αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,</l><l n="84">ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,</l><l n="85">ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.</l></q><l n="86"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="87">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="88">βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>