<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.507-16.28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.507-16.28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="507">δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.</l></q><l n="508"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="509">πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι</l><l n="510">ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;</l><l n="511">ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="513">ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην</l><l n="514">ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ</l><l n="515">χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ</l><l n="516">ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ</l><l n="517">φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.</l><l n="518">ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,</l><l n="519">Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,</l><l n="520">τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·</l><l n="521">καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα</l><l n="522">μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.</l><l n="523">ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,</l><l n="524">εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.</l></q><milestone n="525" unit="card" ed="p"/><l n="525"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,</l><l n="526">κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι</l><l n="527">τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε</l><l n="528">μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.</l><l n="529">τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας</l><l n="530">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς
                     ὄρνις</l><l n="532">ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.</l><l n="533">ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο</l><l n="534">ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.</l></q><l n="535">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="536">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="537">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="538">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l></q><l n="539"><milestone unit="para" ed="P"/>ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·</l><q type="unspecified"><l n="540">Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα</l><l n="541">πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·</l><l n="542">καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν</l><l n="543">ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.</l></q><l n="544"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="545">Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,</l><l n="546">τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.</l></q><l n="547"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους</l><l n="548">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="549">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><l n="550">Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="551">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="552">νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="553">οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε</l><l n="554">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><l n="555">τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="556">ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης</l><l n="557">ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,</l></div><div n="16" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="2">ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,</l><l n="3">ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·</l><l n="4">Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,</l><l n="5">οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="6">σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.</l><l n="7">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="8"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ
                     ἑταῖρος</l><l n="9">ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,</l><l n="10">ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.</l></q><l n="11"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς</l><l n="12">ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,</l><l n="13">ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,</l><l n="14">κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,</l><l n="15">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ</l><l n="16">χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.</l><l n="17">ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ</l><l n="18">ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,</l><l n="19">μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,</l><l n="20">ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς</l><l n="21">πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·</l><l n="22">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="23"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="24">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.</l><l n="25">ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ</l><l n="26">τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.</l><l n="27">οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,</l><l n="28">ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>