<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.503-16.306</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.503-16.306</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="503"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,</l><l n="504">αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·</l><l n="505">ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.</l><l n="506">ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,</l><l n="507">δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.</l></q><l n="508"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="509">πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι</l><l n="510">ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;</l><l n="511">ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="513">ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην</l><l n="514">ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ</l><l n="515">χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ</l><l n="516">ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ</l><l n="517">φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.</l><l n="518">ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,</l><l n="519">Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,</l><l n="520">τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·</l><l n="521">καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα</l><l n="522">μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.</l><l n="523">ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,</l><l n="524">εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.</l></q><milestone n="525" unit="card" ed="p"/><l n="525"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,</l><l n="526">κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι</l><l n="527">τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε</l><l n="528">μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.</l><l n="529">τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας</l><l n="530">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς
                     ὄρνις</l><l n="532">ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.</l><l n="533">ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο</l><l n="534">ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.</l></q><l n="535">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="536">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="537">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="538">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l></q><l n="539"><milestone unit="para" ed="P"/>ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·</l><q type="unspecified"><l n="540">Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα</l><l n="541">πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·</l><l n="542">καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν</l><l n="543">ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.</l></q><l n="544"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="545">Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,</l><l n="546">τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.</l></q><l n="547"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους</l><l n="548">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="549">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><l n="550">Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="551">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="552">νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="553">οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε</l><l n="554">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><l n="555">τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="556">ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης</l><l n="557">ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,</l></div><div n="16" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="2">ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,</l><l n="3">ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·</l><l n="4">Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,</l><l n="5">οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="6">σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.</l><l n="7">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="8"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ
                     ἑταῖρος</l><l n="9">ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,</l><l n="10">ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.</l></q><l n="11"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς</l><l n="12">ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,</l><l n="13">ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,</l><l n="14">κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,</l><l n="15">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ</l><l n="16">χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.</l><l n="17">ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ</l><l n="18">ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,</l><l n="19">μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,</l><l n="20">ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς</l><l n="21">πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·</l><l n="22">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="23"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="24">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.</l><l n="25">ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ</l><l n="26">τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.</l><l n="27">οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,</l><l n="28">ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,</l><l n="29">ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.</l></q><l n="30">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="31">ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,</l><l n="32">ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,</l><l n="33">ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη</l><l n="34">ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ</l><l n="35">χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.</l></q><l n="36"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="37">καὶ λίην κείνη γε μένει τετληότι θυμῷ</l><l n="38">σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="39">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l></q><l n="40">ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·</l><l n="41">αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.</l><l n="42">τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·</l><l n="43">Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·</l><q type="unspecified"><l n="44"><milestone unit="para" ed="P"/>ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν
                     ἕδρην</l><l n="45">σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ
                  συβώτης.</l><l n="47">χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·</l><l n="48">ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.</l><l n="49">τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης</l><l n="50">ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,</l><l n="51">σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,</l><l n="52">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·</l><l n="53">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.</l><l n="54">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="55">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="56">δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ
                     ναῦται</l><l n="58">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="59">οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><l n="60"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="61">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="62">ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,</l><l n="63">φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι</l><l n="64">πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.</l><l n="65">νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς</l><l n="66">ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·</l><l n="67">ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.</l></q><l n="68"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="69">Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="70">πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;</l><l n="71">αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="72">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·</l><l n="73">μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="74">ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,</l><l n="75">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="76">ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="77">μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.</l><l n="78">ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="79">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="80">δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,</l><l n="81">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l><l n="82">εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·</l><l n="83">εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα</l><l n="84">ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.</l><l n="85">κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι</l><l n="86">ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·</l><l n="87">μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.</l><l n="88">πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα</l><l n="89">ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l></q><milestone n="90" unit="card" ed="p"/><l n="90">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="91">ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,</l><l n="92">ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,</l><l n="93">οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι</l><l n="94">ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.</l><l n="95">εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="96">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,</l><l n="97">ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ</l><l n="98">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="99">αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,</l><l n="100">ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·</l><l n="102">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,</l><l n="103">εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,</l><l n="104">ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="105">εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,</l><l n="106">βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι</l><l n="107">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="108">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="109">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,</l><l n="110">καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας</l><l n="111">μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.</l></q><l n="112"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="113">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="114">οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,</l><l n="115">οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ</l><l n="116">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="117">ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·</l><l n="118">μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,</l><l n="119">μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="120">μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.</l><l n="121">τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.</l><l n="122">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="123">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="124">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,</l><l n="125">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="126">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="127">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="128">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l><l n="129">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="130">ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ</l><l n="131">εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.</l><l n="132">αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,</l><l n="133">οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν</l><l n="134">πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.</l></q><milestone n="135" unit="card" ed="p"/><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="136">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="137">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="138">ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω</l><l n="139">δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων</l><l n="140">ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ</l><l n="141">πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·</l><l n="142">αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,</l><l n="143">οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,</l><l n="144">οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε</l><l n="145">ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="147">ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·</l><l n="148">εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,</l><l n="149">πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.</l><l n="150">ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς</l><l n="151">πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν</l><l n="152">ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα</l><l n="153">κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.</l></q><l n="154"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ
                  πέδιλα,</l><l n="155">δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην</l><l n="156">λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,</l><l n="157">ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="158">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.</l><l n="159">στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·</l><l n="160">οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,</l><l n="161">οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,</l><l n="162">ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο</l><l n="163">κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.</l><l n="164">ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="165">ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="166">στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·</l><q type="unspecified"><l n="167"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.</l><l n="168">ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="169">ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε</l><l n="170">ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ</l><l n="171">δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="173">φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα</l><l n="174">θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.</l><l n="175">ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,</l><l n="176">κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.</l><l n="177">ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="178">ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,</l><l n="179">ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,</l><l n="180">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="181"><milestone unit="para" ed="P"/>ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,</l><l n="182">ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.</l><l n="183">ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·</l><l n="184">ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ</l><l n="185">ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων</l></q><milestone n="186" unit="card" ed="p"/><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="187">οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;</l><l n="188">ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων</l><l n="189">πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="190"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν</l><l n="191">δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.</l><l n="192">Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,</l><l n="193">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="194"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με
                     δαίμων</l><l n="195">θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.</l><l n="196">οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο</l><l n="197">ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="198">ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.</l><l n="199">ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·</l><l n="200">νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="202">Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα</l><l n="203">οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·</l><l n="204">οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="205">ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,</l><l n="206">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="207">αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,</l><l n="208">ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,</l><l n="209">ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε</l><l n="210">ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.</l><l n="211">ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="212">ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.</l></q><l n="213"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ</l><l n="214">ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,</l><l n="215">ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·</l><l n="216">κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,</l><l n="217">φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα</l><l n="218">ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·</l><l n="219">ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.</l><l n="220">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,</l><l n="221">εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·</l><q type="unspecified"><l n="222"><milestone unit="para" ed="P"/>ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε
                     ναῦται</l><l n="223">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="224">οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="226">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="227">Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους</l><l n="228">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·</l><l n="229">καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="230">κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,</l><l n="231">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.</l><l n="232">καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·</l><l n="233">νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="234">ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.</l><l n="235">ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,</l><l n="236">ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·</l><l n="237">καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας</l><l n="238">φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι</l><l n="239">μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.</l></q><l n="240">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="241">ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,</l><l n="242">χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·</l><l n="243">ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη</l><l n="244">ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.</l><l n="245">μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,</l><l n="246">ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.</l><l n="247">ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα</l><l n="248">κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·</l><l n="249">ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,</l><l n="250">ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,</l><l n="251">ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,</l><l n="252">καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς</l><l n="253">καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.</l><l n="254">τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,</l><l n="255">μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.</l><l n="256">ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,</l><l n="257">φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.</l></q><l n="258"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="259">τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="260">καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ</l><l n="261">ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.</l></q><l n="262"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="263">ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,</l><l n="264">ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις</l><l n="265">ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.</l></q><milestone n="266" unit="card" ed="p"/><l n="266"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="267">οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον</l><l n="268">φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν</l><l n="269">ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.</l><l n="270">ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="271">οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·</l><l n="272">αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,</l><l n="273">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.</l><l n="274">εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ</l><l n="275">τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,</l><l n="276">ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε</l><l n="277">ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.</l><l n="278">ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,</l><l n="279">μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι</l><l n="280">πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.</l><l n="281">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="282">ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,</l><l n="283">νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας</l><l n="284">ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται</l><l n="285">ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας</l><l n="286">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="287">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν
                        ἐῴκει</l><l n="289">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="290">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="291">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,</l><l n="292">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="293">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="294">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q><l n="295">νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε</l><l n="296">καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,</l><l n="297">ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα</l><l n="298">Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.</l><l n="299">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="300">εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,</l><l n="301">μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,</l><l n="302">μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης</l><l n="303">μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,</l><l n="304">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·</l><l n="305">καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,</l><l n="306">ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>