<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.478-15.506</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.478-15.506</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="478">τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="479">ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.</l><l n="480">καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι</l><l n="481">ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·</l><l n="482">τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,</l><l n="483">ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="484">οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.</l></q><l n="485">τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="486">Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας</l><l n="487">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.</l><l n="488">ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε</l><l n="489">Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας</l><l n="490">ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε</l><l n="491">ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε</l><l n="492">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.</l></q><milestone n="493" unit="card" ed="p"/><l n="493"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="494">καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·</l><l n="495">αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου</l><l n="496">Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν</l><l n="497">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·</l><l n="498">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="499">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="500">δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.</l><l n="501">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="502">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="503"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,</l><l n="504">αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·</l><l n="505">ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.</l><l n="506">ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>