<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.463-15.496</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.463-15.496</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="463">ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.</l><l n="464">ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,</l><l n="465">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.</l><l n="466">εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας</l><l n="467">ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.</l><l n="468">οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,</l><l n="469">ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ</l><l n="470">ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.</l><l n="471">δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="472">ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,</l><l n="473">ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.</l><l n="474">οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="475">νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.</l><l n="476">ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·</l><l n="477">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="478">τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="479">ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.</l><l n="480">καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι</l><l n="481">ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·</l><l n="482">τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,</l><l n="483">ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="484">οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.</l></q><l n="485">τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="486">Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας</l><l n="487">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.</l><l n="488">ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε</l><l n="489">Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας</l><l n="490">ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε</l><l n="491">ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε</l><l n="492">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.</l></q><milestone n="493" unit="card" ed="p"/><l n="493"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="494">καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·</l><l n="495">αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου</l><l n="496">Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>