<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.447-16.444</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.447-16.444</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="447">ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·</l><l n="448">οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·</l><l n="449">καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.</l><l n="450">παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,</l><l n="451">κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·</l><l n="452">τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον</l><l n="453">ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.</l></q><milestone n="454" unit="card" ed="p"/><l n="454"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,</l><l n="455">οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες</l><l n="456">ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.</l><l n="457">ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,</l><l n="458">καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.</l><l n="459">ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς</l><l n="460">χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.</l><l n="461">τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ</l><l n="462">χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,</l><l n="463">ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.</l><l n="464">ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,</l><l n="465">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.</l><l n="466">εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας</l><l n="467">ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.</l><l n="468">οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,</l><l n="469">ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ</l><l n="470">ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.</l><l n="471">δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="472">ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,</l><l n="473">ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.</l><l n="474">οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="475">νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.</l><l n="476">ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·</l><l n="477">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="478">τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="479">ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.</l><l n="480">καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι</l><l n="481">ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·</l><l n="482">τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,</l><l n="483">ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="484">οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.</l></q><l n="485">τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="486">Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας</l><l n="487">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.</l><l n="488">ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε</l><l n="489">Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας</l><l n="490">ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε</l><l n="491">ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε</l><l n="492">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.</l></q><milestone n="493" unit="card" ed="p"/><l n="493"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="494">καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·</l><l n="495">αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου</l><l n="496">Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν</l><l n="497">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·</l><l n="498">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="499">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="500">δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.</l><l n="501">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="502">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="503"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,</l><l n="504">αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·</l><l n="505">ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.</l><l n="506">ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,</l><l n="507">δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.</l></q><l n="508"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="509">πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι</l><l n="510">ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;</l><l n="511">ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="513">ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην</l><l n="514">ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ</l><l n="515">χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ</l><l n="516">ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ</l><l n="517">φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.</l><l n="518">ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,</l><l n="519">Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,</l><l n="520">τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·</l><l n="521">καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα</l><l n="522">μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.</l><l n="523">ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,</l><l n="524">εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.</l></q><milestone n="525" unit="card" ed="p"/><l n="525"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,</l><l n="526">κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι</l><l n="527">τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε</l><l n="528">μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.</l><l n="529">τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας</l><l n="530">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς
                     ὄρνις</l><l n="532">ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.</l><l n="533">ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο</l><l n="534">ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.</l></q><l n="535">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="536">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="537">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="538">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l></q><l n="539"><milestone unit="para" ed="P"/>ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·</l><q type="unspecified"><l n="540">Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα</l><l n="541">πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·</l><l n="542">καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν</l><l n="543">ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.</l></q><l n="544"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="545">Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,</l><l n="546">τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.</l></q><l n="547"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους</l><l n="548">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="549">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><l n="550">Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="551">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="552">νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="553">οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε</l><l n="554">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><l n="555">τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="556">ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης</l><l n="557">ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,</l></div><div n="16" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="2">ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,</l><l n="3">ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·</l><l n="4">Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,</l><l n="5">οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="6">σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.</l><l n="7">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="8"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ
                     ἑταῖρος</l><l n="9">ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,</l><l n="10">ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.</l></q><l n="11"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς</l><l n="12">ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,</l><l n="13">ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,</l><l n="14">κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,</l><l n="15">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ</l><l n="16">χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.</l><l n="17">ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ</l><l n="18">ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,</l><l n="19">μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,</l><l n="20">ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς</l><l n="21">πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·</l><l n="22">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="23"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="24">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.</l><l n="25">ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ</l><l n="26">τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.</l><l n="27">οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,</l><l n="28">ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,</l><l n="29">ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.</l></q><l n="30">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="31">ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,</l><l n="32">ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,</l><l n="33">ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη</l><l n="34">ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ</l><l n="35">χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.</l></q><l n="36"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="37">καὶ λίην κείνη γε μένει τετληότι θυμῷ</l><l n="38">σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="39">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l></q><l n="40">ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·</l><l n="41">αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.</l><l n="42">τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·</l><l n="43">Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·</l><q type="unspecified"><l n="44"><milestone unit="para" ed="P"/>ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν
                     ἕδρην</l><l n="45">σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ
                  συβώτης.</l><l n="47">χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·</l><l n="48">ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.</l><l n="49">τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης</l><l n="50">ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,</l><l n="51">σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,</l><l n="52">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·</l><l n="53">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.</l><l n="54">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="55">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="56">δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ
                     ναῦται</l><l n="58">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="59">οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><l n="60"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="61">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="62">ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,</l><l n="63">φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι</l><l n="64">πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.</l><l n="65">νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς</l><l n="66">ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·</l><l n="67">ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.</l></q><l n="68"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="69">Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="70">πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;</l><l n="71">αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="72">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·</l><l n="73">μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="74">ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,</l><l n="75">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="76">ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="77">μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.</l><l n="78">ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="79">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="80">δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,</l><l n="81">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l><l n="82">εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·</l><l n="83">εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα</l><l n="84">ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.</l><l n="85">κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι</l><l n="86">ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·</l><l n="87">μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.</l><l n="88">πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα</l><l n="89">ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l></q><milestone n="90" unit="card" ed="p"/><l n="90">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="91">ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,</l><l n="92">ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,</l><l n="93">οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι</l><l n="94">ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.</l><l n="95">εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="96">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,</l><l n="97">ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ</l><l n="98">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="99">αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,</l><l n="100">ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·</l><l n="102">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,</l><l n="103">εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,</l><l n="104">ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="105">εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,</l><l n="106">βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι</l><l n="107">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="108">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="109">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,</l><l n="110">καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας</l><l n="111">μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.</l></q><l n="112"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="113">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="114">οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,</l><l n="115">οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ</l><l n="116">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="117">ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·</l><l n="118">μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,</l><l n="119">μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="120">μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.</l><l n="121">τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.</l><l n="122">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="123">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="124">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,</l><l n="125">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="126">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="127">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="128">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l><l n="129">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="130">ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ</l><l n="131">εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.</l><l n="132">αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,</l><l n="133">οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν</l><l n="134">πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.</l></q><milestone n="135" unit="card" ed="p"/><l n="135"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="136">γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.</l><l n="137">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="138">ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω</l><l n="139">δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων</l><l n="140">ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ</l><l n="141">πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·</l><l n="142">αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,</l><l n="143">οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,</l><l n="144">οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε</l><l n="145">ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.</l></q><l n="146"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="147">ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·</l><l n="148">εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,</l><l n="149">πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.</l><l n="150">ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς</l><l n="151">πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν</l><l n="152">ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα</l><l n="153">κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.</l></q><l n="154"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ
                  πέδιλα,</l><l n="155">δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην</l><l n="156">λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,</l><l n="157">ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ</l><l n="158">καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.</l><l n="159">στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·</l><l n="160">οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,</l><l n="161">οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,</l><l n="162">ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο</l><l n="163">κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.</l><l n="164">ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="165">ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="166">στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·</l><q type="unspecified"><l n="167"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.</l><l n="168">ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="169">ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε</l><l n="170">ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ</l><l n="171">δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.</l><l n="173">φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα</l><l n="174">θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.</l><l n="175">ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,</l><l n="176">κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.</l><l n="177">ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="178">ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,</l><l n="179">ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,</l><l n="180">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="181"><milestone unit="para" ed="P"/>ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,</l><l n="182">ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.</l><l n="183">ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·</l><l n="184">ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ</l><l n="185">ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων</l></q><milestone n="186" unit="card" ed="p"/><l n="186"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="187">οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;</l><l n="188">ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων</l><l n="189">πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.</l></q><l n="190"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν</l><l n="191">δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.</l><l n="192">Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,</l><l n="193">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="194"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με
                     δαίμων</l><l n="195">θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.</l><l n="196">οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο</l><l n="197">ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν</l><l n="198">ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.</l><l n="199">ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·</l><l n="200">νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="202">Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα</l><l n="203">οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·</l><l n="204">οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="205">ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,</l><l n="206">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="207">αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,</l><l n="208">ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,</l><l n="209">ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε</l><l n="210">ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.</l><l n="211">ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,</l><l n="212">ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.</l></q><l n="213"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ</l><l n="214">ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,</l><l n="215">ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·</l><l n="216">κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,</l><l n="217">φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα</l><l n="218">ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·</l><l n="219">ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.</l><l n="220">καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,</l><l n="221">εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·</l><q type="unspecified"><l n="222"><milestone unit="para" ed="P"/>ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε
                     ναῦται</l><l n="223">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="224">οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="226">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.</l><l n="227">Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους</l><l n="228">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·</l><l n="229">καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες</l><l n="230">κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,</l><l n="231">χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.</l><l n="232">καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·</l><l n="233">νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="234">ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.</l><l n="235">ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,</l><l n="236">ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·</l><l n="237">καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας</l><l n="238">φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι</l><l n="239">μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.</l></q><l n="240">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="241">ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,</l><l n="242">χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·</l><l n="243">ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη</l><l n="244">ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.</l><l n="245">μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,</l><l n="246">ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.</l><l n="247">ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα</l><l n="248">κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·</l><l n="249">ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,</l><l n="250">ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,</l><l n="251">ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,</l><l n="252">καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς</l><l n="253">καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.</l><l n="254">τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,</l><l n="255">μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.</l><l n="256">ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,</l><l n="257">φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.</l></q><l n="258"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="259">τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="260">καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ</l><l n="261">ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.</l></q><l n="262"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="263">ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,</l><l n="264">ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις</l><l n="265">ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.</l></q><milestone n="266" unit="card" ed="p"/><l n="266"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="267">οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον</l><l n="268">φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν</l><l n="269">ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.</l><l n="270">ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="271">οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·</l><l n="272">αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,</l><l n="273">πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.</l><l n="274">εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ</l><l n="275">τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,</l><l n="276">ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε</l><l n="277">ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.</l><l n="278">ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,</l><l n="279">μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι</l><l n="280">πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.</l><l n="281">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="282">ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,</l><l n="283">νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας</l><l n="284">ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται</l><l n="285">ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας</l><l n="286">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="287">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="288"><milestone unit="para" ed="P"/>ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν
                        ἐῴκει</l><l n="289">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="290">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="291">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,</l><l n="292">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="293">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="294">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q><l n="295">νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε</l><l n="296">καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,</l><l n="297">ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα</l><l n="298">Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.</l><l n="299">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="300">εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,</l><l n="301">μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,</l><l n="302">μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης</l><l n="303">μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,</l><l n="304">ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·</l><l n="305">καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,</l><l n="306">ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,</l><l n="307">ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.</l></q><milestone n="308" unit="card" ed="p"/><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός</l><q type="unspecified"><l n="309">ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,</l><l n="310">γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·</l><l n="311">ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω</l><l n="312">ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.</l><l n="313">δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,</l><l n="314">ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι</l><l n="315">χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.</l><l n="316">ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,</l><l n="317">αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·</l><l n="318">ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι</l><l n="319">ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,</l><l n="320">εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="322">ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,</l><l n="323">ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.</l><l n="324">οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,</l><l n="325">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="326">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,</l><l n="327">αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.</l><l n="328">αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,</l><l n="329">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="330">οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει</l><l n="331">ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ</l><l n="332">ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι</l><l n="333">τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς</l><l n="334">τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.</l><l n="335">ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,</l><l n="336">κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="337">ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.</l></q><l n="338"><milestone unit="para" ed="P"/>Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς</l><l n="339">πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.</l><l n="340">αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,</l><l n="341">βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.</l><l n="342"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,</l><l n="343">ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,</l><l n="344">αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.</l><l n="345">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται</l><l n="347">Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.</l><l n="348">ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,</l><l n="349">ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα</l><l n="350">κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.</l></q><milestone n="351" unit="card" ed="p"/><l n="351"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,</l><l n="352">στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,</l><l n="353">ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.</l><l n="354">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·</l><q type="unspecified"><l n="355"><milestone unit="para" ed="P"/>μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ
                     ἔνδον.</l><l n="356">ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ</l><l n="357">νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα
                  θαλάσσης,</l><l n="359">αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,</l><l n="360">τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.</l><l n="361">αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον</l><l n="362">εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.</l><l n="363">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="364"><milestone unit="para" ed="P"/>ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος
                     ἔλυσαν.</l><l n="365">ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας</l><l n="366">αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="367">οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ</l><l n="368">νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,</l><l n="369">Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες</l><l n="370">αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,</l><l n="371">ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον</l><l n="372">Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω</l><l n="373">τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.</l><l n="374">αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,</l><l n="375">λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.</l><l n="376">ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς</l><l n="377">εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,</l><l n="378">ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς</l><l n="379">οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·</l><l n="380">οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·</l><l n="381">μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι</l><l n="382">γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·</l><l n="383">ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος</l><l n="384">ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,</l><l n="385">δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε</l><l n="386">κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.</l><l n="387">εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε</l><l n="388">αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,</l><l n="389">μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν</l><l n="390">ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος</l><l n="391">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="392">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="393" unit="card" ed="p"/><l n="393"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="394">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,</l><l n="395">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,</l><l n="396">ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,</l><l n="397">ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ</l><l n="398">ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="399">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="400"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι</l><l n="401">Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν</l><l n="402">κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.</l><l n="403">εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,</l><l n="404">αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·</l><l n="405">εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="407">αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,</l><l n="408">ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.</l><l n="409"><milestone unit="para" ed="P"/>ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,</l><l n="410">μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.</l><l n="411">πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·</l><l n="412">κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.</l><l n="413">βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.</l><l n="414">ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="415">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="416">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,</l><l n="417">Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="418"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ
                     φασιν</l><l n="419">ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον</l><l n="420">βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.</l><l n="421">μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="422">ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς</l><l n="423">μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.</l><l n="424">ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,</l><l n="425">δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,</l><l n="426">οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν</l><l n="427">ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·</l><l n="428">τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ</l><l n="429">ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·</l><l n="430">ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.</l><l n="431">τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα</l><l n="432">παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·</l><l n="433">ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.</l></q><milestone n="434" unit="card" ed="p"/><l n="434"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον
                  ηὔδα·</l><q type="unspecified"><l n="435">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="436">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="437">οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,</l><l n="438">ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει</l><l n="439">ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.</l><l n="440">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="441">αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ</l><l n="442">ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς</l><l n="443">πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν</l><l n="444">ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>