<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.434-15.462</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.434-15.462</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="434"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο
                     μύθῳ·</l><q type="unspecified"><l n="435">εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,</l><l n="436">ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.</l></q><l n="437"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς
                     ἐκέλευεν.</l><l n="438">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="439">τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν</l><l n="441">ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,</l><l n="442">ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι</l><l n="443">ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ</l><l n="444">δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.</l><l n="445">ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.</l><l n="446">ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,</l><l n="447">ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·</l><l n="448">οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·</l><l n="449">καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.</l><l n="450">παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,</l><l n="451">κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·</l><l n="452">τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον</l><l n="453">ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.</l></q><milestone n="454" unit="card" ed="p"/><l n="454"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,</l><l n="455">οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες</l><l n="456">ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.</l><l n="457">ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,</l><l n="458">καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.</l><l n="459">ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς</l><l n="460">χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.</l><l n="461">τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ</l><l n="462">χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>