<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.405-15.433</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.405-15.433</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="405">οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,</l><l n="406">εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.</l><l n="407">πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη</l><l n="408">νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·</l><l n="409">ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,</l><l n="410">ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν</l><l n="411">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.</l><l n="412">ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·</l><l n="413">τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,</l><l n="414">Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.</l><milestone n="415" unit="card" ed="p"/><l n="415"><milestone unit="para" ed="P"/>ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,</l><l n="416">τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.</l><l n="417">ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,</l><l n="418">καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·</l><l n="419">τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.</l><l n="420">πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ</l><l n="421">εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει</l><l n="422">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l><l n="423">εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·</l><l n="424">ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·</l><q type="unspecified"><l n="425"><milestone unit="para" ed="P"/>ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,</l><l n="426">κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·</l><l n="427">ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες</l><l n="428">ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες</l><l n="429">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο
                     λάθρη·</l><q type="unspecified"><l n="431">ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,</l><l n="432">ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ</l><l n="433">αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>